Declamatio 14

Libanius

Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

3. Εἰκότως δέ, ὦ Ἀθηναῖοι, διακόπτει μου τὸν λόγον τὰ δάκρυα. τίς γὰρ τῶν πώποτε δεδυστυχηκότων ἀνθρώπων τηλικαύτας ἔσχεν εἰς ὀδυρμοὺς ἀνάγκας; οὐ γὰρ ἐπὶ τούτοις, ὦ Ἀθηναῖοι, γυναῖκα ἠγόμην ἐγὼ καὶ παῖδας ἐπιδεῖν ηὐχόμην οὐδ’ ἐπὶ τούτοις Κριτίαν γε- νόμενον ἔτρεφον οὐδ’ ἐπὶ τούτοις ἐπαίδευον, ὅπως ἐλαύνῃ καὶ λυπῇ τὸν δῆμον τῶν Ἀθηναίων, ἀλλ’ ὅπως λειτουργῇ μὲν τοῖς οὖσι, λειτουργῇ δὲ τῇ γνώμῃ, λει- τουργῇ δὲ τῷ σώματι, δύνηται δὲ ἐν τοῖς αὑτοῦ πολί- ταις φιλοτιμούμενος ἐξαριθμεῖν ναυμαχίας, πεζομαχίας, αἰχμαλώτους, χρήματα, τρόπαια τὰ μὲν ἐν τῇ γῇ, τὰ δὲ ἐν τῇ θαλάττῃ.