Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
Εἰκὸς μὲν ἦν με, ὦ Ἀθηναῖοι, τοὺς νόμους [*](RIV 447) ὑμῖν ἀποδεδωκότα διὰ τοιαύτης σφαγῆς οἴαν οὐδεὶς ἄν ποτε προσεδόκησεν ἔσεσθαι μήτ’ ἐπὶ τῆς ἐκκλησίας ὁρᾶ- σθαι μήτε λέγειν ἐν ὑμῖν περὶ μηδενὸς ὑπομένειν, ἀλλ’ ἐν σκότῳ καθήμενον δακρύειν ἔτι τὰ Κριτίᾳ τετολμημένα· ἐπεὶ δὲ καὶ σφόδρα με τοῦτο βουλόμενον ποιεῖν ὰνα-
88
στῆσαν ἄγει πρὸς ὑμᾶς ὅ μόνον, ἂν ὑμεῖς ἐθελήσητε, δύναιτ’ ἂν λυθῆναι τῶν ἡμετέρων κακῶν, δέομαι πάν- των ὑμῶν πρῶτον μὲν ἔχειν μοι συγγνώμην τοῦ δεῦρο ἐλθεῖν ὑπομεῖναι, ἔπειτα τῶν τε λόγων ἀκοῦσαι πρᾴως καὶ δοῦναί μοι χάριν ἀντὶ τῆς ἐπανελθούσης ὑμῖν πολιτείας τὸ γῇ κρυφθῆναι μικρᾷ τὸν ὑπὸ τοῦ πατρὸς δεξάμενον τὴν πληγήν.