Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
καὶ γέγονε καὶ τοῦτ’ ἀφορμὴ τοῖς βουλομένοις ὑμᾶς ἐγκωμιάζειν. νῦν μὲν γὰρ ὁ Κυναίγειρος καὶ ὁ Καλλίμαχος καὶ ὁ Λεὼς καὶ ὧν ἐμεμνήμην ἄρτι κοσμοῦσιν ἐν Ι τοῖς [*](RIV 452) λόγοις τὴν πόλιν, ἥξει δέ, ὡς εἰκός, εἰς τοὺς ἐπαίνους καὶ τὸ παρ’ ἡμῶν πεπραγμένον, ὅτι οὕτω τις ἀνὴρ Ἀθηναῖος ἐγένετο φιλαθηναιότατος ὥστ’ ἐξὸν αὐτῷ μετὰ τοῦ παιδὸς τυραννεῖν αὐτὸς τὸν αὑτοῦ διέφθει- ρεν, ἔν ὁ δῆμος κρατῇ. ἆρ’ ἄξιον ῥητόρων με δεινό- τητος ἡττηθέντα ἀπελθεῖν δι’ ὃν αὐτοῖς ἔξερτι τοῖς ῥήτορσιν ἐπὶ τοῦ βήματος λέγειν;