Declamatio 14

Libanius

Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

ἐμὲ δὲ οὔτε ὁ Πύθιος ὥπλισεν ἐπὶ Κριτίαν οὔτε φόβος ὧς ἐπ’ ἐμὲ τρέψοιτο τελευτῶν ὁ παῖς. οὐδεὶς δ’ ἄν με καὶ φονέα τοῦ παιδὸς ἠξίωσε γενέσθαι, τὸ γὰρ ἀλγεῖν με τοῖς ὑπ’ ἐκείνου πραττομένοις ἀποχρῶν ἐνομίζετο, ὑμῶν μὲν οὐδείς, αὐτὸς δὲ ἐμαυτὸν ἀπῄτησα τὸν φόνον.