Declamatio 5
Libanius
Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
ἀλλ’, οἶμαι, τῷ μηδεμίαν ἐπι- στροφὴν πεποιῆσθαι μηδ’ ἐνδείξασθαι τοῦθ’ ὅτι οὐ χαίρων ὑβριεῖ, παρέσχον ἐπ’ ἐξουσίας τολμῆσαι. καὶ μηδεὶς εἴπῃ· βασιλεὺς γὰρ <ὁ> ἄνθρωπος καὶ κύριος τῶν ὅλων. πρῶτον μὲν γὰρ ἅπας βασιλεὺς ἐν τοῖς ὑπηκόοις ἰσχύει καὶ πρὸς τὴν τούτων γνώμην τἀκείνου φέρεται καὶ κρατεῖ καὶ καθῄρηται, καὶ δέ- δοικε καὶ θαρρεῖ καὶ τοῦτο ἔστιν ὅ τι ἂν τοῖς ἀρχο- μένοις δοκῇ. οὐ γὰρ ἑνὶ σώματι καὶ ψυχῇ μιᾷ κρατεῖ τοσοῦτον πλῆθος, ἀλλὰ τῇ τῶν πολλῶν βουλήσει τὸ [*](9 Dem. p. 439, 14 10 Plat. Gorg. p. 510 D) [*](1 τοῖς om Ma Ι εἶχεν — ὕβρις in marg V 2 Lay om Η et Wolf probante Re | δὲ HVLaVi 2 προσεῖχον Can Ι ἄλλων Ma | γε post τῶν edd delevi 3 ὡς inserui ex HVLaVi Ma om LaurCan edd ὡσαληθῶς Β | ἀληθῶς om Laur γινομένοις Laur 4 ἂν(1) inser Ma 3 om Can 5 καὶ ante εἰ Can, post εἰ Vi 6 εἶχε συναγωνιστήν MaLaur | τοὺς Ma sed γρ αὐτοὺς suprascr m 3 αὐτοὺς Vi 8 γέλως] οὐδὲν ὑγιὲς Vi Ι τὸ LaurCan | μὴ δὲ μίαν HLaCan 9 μὴ δ’ HLa ViMa μηδὲ Can Mor 10 χαίρων scripsi auctore Re χαιρόν- των libri edd | ἐπεξουσίας Ma, sed in ἐπ’ ἐξουσίας corr m 3 11 ὁ inserui om libri edd | ἅνθρωπος Sintenis | ἐστι post ἄν- θρωπος inser Lay 15 δέδοικε Ma sed ε(1) in ras m 2 | τοῦτο ἔστιν scripsi τοῦτο ἐστιν Ma sed ` ex ’ et o ex ω corr m 3 τοῦτ’ ἐστὶν Laur τοῦτό ἐστιν reliqui libri edd | ὅ τι scripsi cum Laur ὅτι reliqui libri edd 16 δοκῆ reposui ex HVLaViMaLaurCan δοκεῖB edd | καὶ ante σώματι Vi | μιᾷ ψυχὴ Ma | κρατεῖ om Laur 17 τοσούτων MaBLaur τοσούτου Can Ι τὸ ante πλῆθος La MaB | πλήθους Can | ἄρχει post πλῆθος Laur | γὰρ post ἀλλὰ Laur)
τῷ μὲν οὖν δοκεῖν ἐκ τῆς ἐκείνου γνώμης τὰ τῶν ἀρχομένων ἤρτηται, τὸ δὲ ἀληθὲς ἐν τῇ τούτων τἀκεί- νου κεῖται, κἂν τούτοις ἀπειθεῖν παραστῇ, τό γε ἐπι- τάξον οὐκ ἔσται. εἰ γὰρ Μυκηναῖοι σφᾶς αὐτοὺς ἑτέρῳ προσένεμον, οὐκ ἂν ἦν εὐθὺς ἰδιώτης Ἀγαμέμνων; ἢ τὸν μὲν Ἀτρέα μετὰ τὴν Εὐρυσθέως τελευτὴν τύραννον ἐξ ἰδιώτου κατέστησαν, εἰς δὲ τὸν ἐκείνου παῖδα τἀ- ναντία ποιεῖν οὐ τῆς αὐτῆς ἐξουσίας;