Declamatio 5
Libanius
Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
ἀλλ’ ἐῶ Μυκηναίους καὶ συγχωρῶ μηκέθ’ αὐτῶν εἶναι κυρίους, οὐ μὴν καὶ κατὰ | πάντων γε τὴν αὐτὴν κέκτηται [*](R IV 76) δυναστείαν, ἀλλὰ τὸ μὲν ἐκείνων ἐστὶ πατρικὴ βασιλεία, τὸ δὲ παρὰ τοῦ κοινοῦ τιμή τις ὑπὸ τοῦ πολέμου δοθεῖσα. ἥκομεν δὲ εἰς Τροίαν οὐ παραδώσοντες ἑτέρῳ τὴν αὑτοῦ βασιλείαν ἕκαστος, ἀλλ’ εἰσὶ μὲν Βοιωτοῖς ἡγεμόνες, εἰσὶ δὲ Φωκεῦσιν, εἰσὶ δὲ Ἀργείοις, εἰσὶ δὲ [*](3 cf. t. II 526, 13 8 Thuc. I 9, 2 16 II. β 494 17 II. β 517 I 559) [*](2 μηκέτι MaLaur μήτ’ Vi | ἂν ViCan 3 τὸ LaViMa) [*](4 δ’ MaBLaurCan 5 ἂν Laur 6 ἐπιτάξαι Ma sed ον suprascr m 2 | ἔστιν Can 7 προσήνεγκον Vi et γρ supra προσένεμον Ma 3 | ἦν εὐθὺς ἰδιώτης Ἀγαμέμνων scripsi ex Η προσένεμον εὐθὺς ἦν ἀγαμέμνων ἰδιώτης BLaur sed in hoc ἦν om, Can edd | καὶ παρ’ αὐτῶν τῆς ἑπομένης post ἰδιώτης Vi (cf. p. 354, 3) 10 πρῶτα ante ποιεῖν Can 11 μηκέτ’ αὐτῶν HVLaVi μηκέτ’ αὐτῶν Laur μηκέτι αὐτῶν Can μὴ καθ’ αὐτοὺς Β 12 κατὰ πάντων scripsi ex HVLaViBLaur καθ’ ἀπάντων Can edd sed γρ μετὰ πάντων in marg Mor πάντων Ma | γε scripsi ex HVLaMaB om ViCan ἂν Laur edd γε κέκτηνται Can 13 ἡ Ma sed τὸ suprascr m 3 14 πολε- μίου Can 15 ἡ μὲν Can 16 αὐτοῦ scripsi cum Laur ἑαυτοῦ LaViMa αὐτοῦ reliqui libri edd Ι εἰ ante ἕκαστος Can | τοῖς ante Βοιωτοῖς Can 17 ἔστι δ’ Ma | δὲ inserui e libris om edd)
μέγα δέ σοι καὶ σαφὲς ἐρῶ τεκμήριον. οἱ τὴν ἡσυχίαν τῆς φιλοτιμίας προθέντες οὐκ ἐπηναγκάσθησαν πλεῖν, οἶον ἐβούλοντο Μεθωναῖοι μετ’ ἀσφαλείας μᾶλλον τῶν ὄντων ἀπολαύειν ἢ κοινωνεῖν ἔργων μεγάλων. καὶ μέ- νουσιν οἴκοι Μεθωναῖοι καὶ Μενέλεως παρακαλῶν ἀπῆλθεν ἄπρακτος. ἤρεσκε τῷ Ταναγραίων ἄρχοντι μήτε λαμπρότητος μήτε κινδύνων μετέχειν καὶ τοὺς Ταναγραίους ὥπλισεν ἐπ’ αὐτὸν τὸν καλοῦντα περιερ- γαζόμενον λαβών, καὶ εἰ μὴ σὺ παρὼν ἔτυχες, ἔκειτο ἂν ὁ τοῦ δεσπότου τῶν Ἑλλήνων ἀδελφός.