Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

εἰ μὲν οὖν ἐτίμα τὸν Ἀπόλλω καὶ τὴν ἀδελφὴν τοῖς τ’ ἐν Αὐλίδι καὶ πρῴην ἐνθάδε, μὴ διαβάλλωμεν τὸν ὅρκον· εἰ δ’ ἑκα- τέρου α τοῦ τολμήματος κοινῇ τὴν δίκην ἐτίσαμεν, μὲν ὑπὸ τῶν πνευμάτων ἀνειργόμενοι , νῦν δὲ τῷ λοιμῷ φθειρόμενοι, πῶς ὧν ὑπερεῖδεν ἀεί, τούτους ὀμνὺς οὐ δόξει φενακίζειν;

81. Ἔτι τοίνυν, εἰ μὲν ἡ μίξις ἐποίει τὴν ὕβριν, εἶχεν ἂν λόγον ὑπὲρ τῆς μίξεως τῶν ὅρκων γιγνομέ- νων μηδὲν ὑβριστικὸν πεπρᾶχθαι νομίζειν· ἐπεὶ δ’ ἀρχὴ τῆς ἀσελγείας ἣν τὸ τοὺς κήρυκας ἐλθεῖν ἐπὶ τὴν κόρην καὶ πρὶν ἰδεῖν τὴν ἄνθρωπον ἀποσπῶν ἐλύπει, οὐδὲν ἧττον εἴη ἂν ὑβριστὴς καὶ μὴ συγκαθεύδων τῇ Βρισέως. ὥσθ’ ὁ περὶ τῆς μίξεως ὅρκος οὐ τοῦ παντὸς ἴασις γίγνεται, ἀλλ’ ὑπὲρ μὲν τῶν ἐπὶ τῆς σκηνῆς ὀμεῖ- ται, τῶν δ’ ἐν μέσῳ κακῶν τίς ἔσται λόγος εὐπρεπής;

[*](1 ὀμό(??)σαι Β ὀμόσαι edd Ι ψεύδη HV | μέλλων Ma sed ἑ in ras m 3 μέλλων Β Ι ὀμεῖσθαι VMa ὀμεῖται Can ὀμεῖται La sed σθαι suprascr y, Vi 2 αὐτῆς γὰρ Laur 3 τε HLaVi Ma | καὶ del lacobs Add 268 4 πρῴην scripsi cum Cobeto Coll 279 πρώην HVViMaLaurCan Mor Iacobs πρώτην LaB Re | διαβάλωμεν MaLaur 5 τοῦ inserui ex HVLaViMa Laur om BCan edd | κοινὴ om Laur κοινὴν Can 6 εἰργόμενοι ViB 7 διαφθειρόμενοι Β | οὓς BCan οὖν οὓς Mor 8 οὐ δόξει φενακίζειν ὀμνὺς Vi | ὀμνὺς La 10 συνάξεως Mor sed γρ μίξεως in marg | γινομένων ViMa LaurCan 11 τὸ ante μηδὲν Laur Ι δὲ HLaViMa 14 ἦν ante ἧττον Can edd delevi | εἴη ἂν inserui ex HVLa ViMaLaur ἦν Β om Can edd Ι συγκαθεύδων Ma sed σύγ’ praepos m 2 15 ὥσθ’ reposui ex HVLaViMaLaurCan ὧς θ’ Β ὡς δ’ edd | τῶν ὅρκων Can λόγος Ma sed γρ ὅρκος suprascr m 2 16 γίνεται BLaurCan | μὲν om Vi | τῶν om Can | ἐπὶ om LaurCan | τῆς om VVi 17 ὀμεῖται V Mor | ἐν τῷ μέσῳ Β | εὐπρεπὴς ἔσται λόγος Β | ἔστι Laur)
351

82. Ὅτι, φησί, τοὺς λοιποὺς Ἕλληνας ἄξιον ἐλεεῖν. τί λέγεις; οἷς ἤρεσκε τὰ τότε πραττόμενα; πῶς γάρ, εἴπερ οὐκ ἤρεσκε, πέπρακται; εἰ γὰρ ἐκεῖ- νοι συστραφέντες καὶ τὰ ὅπλα θέμενοι καὶ περιστάν- τες τὴν σκηνὴν Ἀγαμέμνονος καὶ βοῆς ἐμπλήσαν- τες τὸν ναύσταθμον ἐχρήσαντο δικαίοις καὶ συμφέ- ρουσι λόγοις, οὐκ ἂν οὕτω μετεπεπτώκει τὰ πράγματα, ἔλεγον δ’ ἂν ὅτι, ὦ βασιλεῦ τῶν Μυκηνῶν, οὐ καλῶς ὑπὲρ τῶν ὅλων βουλεύῃ. Πριάμῳ στρα- τηγεῖς διὰ τῶν ὑβρισμάτων. ἡμᾶς προδίδως. τοὺς ἐναντίους αἴρεις. εὐχὰς Ἕκτορι πληροῖς. ἄνδρα τῆς συμμαχίας ἀπελαύνεις καὶ ποιεῖς ἐχθρὸν τοῖς πράγμασι δι’ ὃν ἀφίγμεθα, δι’ ὅν ἀπέβημεν, δι’ ὅν εὐποροῦμεν, δι’ ὅν εἴσω πυ- λῶν οἱ Τρῶες, ὃς ἀντὶ τείχους τοῖς Ἀχαιοῖς γεγένηται. ὅρα μὴ νῦν μὲν χαρίσῃ ταῖς ἡδοναῖς, μικρὸν δ’ ὕστερον δακρύσῃς. ἀποδέδωκας | [*](R IV 75) τῷ θεῷ τὴν κόρην, ὁ γὰρ λοιμὸς ἐβιάζετο, ἔα μένειν παρ’ Ἀχιλλεῖ τὸ γέρας. οὐ γὰρ ἀναγκάζῃ λαβεῖν. ποῖ Ταλθύβιον τοῦτον ἐκπέμπεις; μέμψῃ ταύτην τὴν διακονίαν.

εἰ μὲν οὖν κατείχετο [*](1 II. ι 300 sq. 9 II. a α 117 14 Thuc. IV 9, 3 et 12, 15 Thuc. II 3, 2) [*](1 φήσει LaViMa 4 θέμενοι Ma sed γρ περιτιθέμενοι 6 τὸ Laur | καὶ ante δικαίοις HVLaVi 7 οὕτω om Laur | μεταπεπτώκει LaViMa 10 τῶν ὑβρισμά- των reposui e libris τοῦ ὑβρίσματος edd 14 ἐπέβημεν Vi | εὐποροῦμεν Ma sed εὑ in ras m 3 | οὖ Ma sed υ in ν corr m 3 17 δὲ LaVi I δακρύσῃς Ma sed ης corr m 2 δακρύσεις V Mor | ἀποδέδωκας scripsi ex HVLaViMaLaur ἀπέδωκας Β Can edd 18 τὴν om Vi 19 παρὰ Ma | ἀναγκάζῃ Mor sed γρ ἀνάγκη in marg ἀναγκάζειν Can 21 εἰ — 352. 1 λό- γοις post ὕβρις BCan)

352
τοῖς λόγοις, εἶχεν ἂν συγγνώμην ἡ ὕβρις· εἰ δ’ οὐ προσεῖχε τὸν νοῦν, ἄκων ἂν ἐποίει τὰ δίκαια τῶν Ἑλλήνων ὧς ἀληθῶς τοῖς γιγνομένοις ἀχθομένων. τί γὰρ ἂν ἔδρασεν ἐναντιουμένους ὁρῶν; ἐμπεσὼν ἂν εἰς μέσους ἐτρέψατο. πάνυ γε, εἰ τὸν ἀδελφὸν συναγω- γιστὴν εἶχεν. ἀλλ’ ὥπλισεν ἂν τοὺς Μυκηναίους ἐπὶ τοῖς ἄλλοις ἅπασι. καὶ ποῦ νῦν οἱ Μυκηναῖοι; μωρία ταῦτα καὶ γέλως.