Declamatio 5
Libanius
Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
Παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω. νῦν ὁ και- ρός μοι τὴν Βρισέως ἀποδίδωσιν, ὁ κίνδυνος, ὁ φόβος, ἡ ταραχή, τὰ τῶν βαρβάρων | εὐτυχήματα. μὴ [*](R IV 70) οὖν ὡς Ἀγαμέμνονος ἐπιεικοῦς γεγενημένου χρῶ τοῖς λόγοις. ὅ γὰρ ἑκὼν οὐ ποιεῖ, πῶς ἂν τούτῳ χρηστὸς εἶναι δοκοίη;
εἰ μὲν οὖν οὔπω τῶν πραγμάτων εἰς δυσκολίαν ἡκόντων μετεβάλλετο καὶ πρέσβεις πέμ- [*](1 Arist. Lys. 155. cf. Michaelis Parthenon p. 139. Gaz. arch, VI tab. 7 et 8 7 Il. α 348) [*](1 πιέσασθαι Can Mor sed in hoc γρ πιέσαι in marg 2 ταύτῃ — πλέον in ras Laf Ι τοῦ inserui e CrHLaViMa om reliqui libri edd | πριάμω Can 3 ἐθέλουσα ἐκ μέσης οὐκ ἦν Ma | ἦν Β | ἁρπασθῆναι λακεδαί in ras Laf 4 καὶ post εἰ Mor I παρ’ — 5 τρω in ras Laf 5 οὐκέτ’ ViMa οὐκέτι Laur Can Ι ἔτ’ om CrHV | χαλεπαίνει HV 6 χρήσωμαι scripsi e Laur χρήσομαι reliqui libri edd | γὰρ inserui e libris om edd συνοικεῖν — τὸ in ras Laf 7 δὲ LaViBCan | καὶ ante ἑλ- κομένην Laur 8 οὐκ οὖν La | ἑλένη στήσει τὴν λύπην Laur στήσει Ma sed γρ ἵστησι in marg m 2, BLaurCan στήσῃ Mor 9 ὅπως Can 11 ταῦτα δὲ πάντα Β | λέγω Mor sed γρ βλέπω in marg 12 ὁ κίνδυνος inserui e libris om edd 13 εὐτυχήματα Ma sed εὑ in ras m 3 14 γενομένου Β ἂν οίη 15 ἑκὼν] ἐκεῖνος Β | ἄρα Β ἐν Can 16 δοκεῖ Β | οὖν om Can Mor)
70. Λογίζου δὲ κἀκεῖνο. νῦν Ἕκτωρ ἐπὶ ταῖς ναυσὶ στρατοπεδεύεται καὶ μόνον οὐ προσάγει τὸ πῦρ, καὶ τοῖς δεινοῖς ἡ νὺξ ἀναβολὴ μόνη. τῶν τοίνυν σκηνῶν ἐμπιπραμένων ἀνάγκη καὶ τὴν κόρην τεθνάναι. δίδω- σιν οὖν ἥν οὐχ οἶός τέ ἐστιν ἔχειν καὶ φιλοτιμεῖται τούτοις ὧν ἐκπεσεῖται πάντως, ὥσπερ ἂν εἴ τις χει- μῶνι χρησάμενος καὶ τῶν σκευῶν ὑπὲρ τῆς σωτηρίας [*](9 cf. p. 345, 18; t. II 92, 11; III 438, 14; IV 281, 15 sq. 14 sq. II. θ 498 sq. ἴ’ 241 sq. cf. Aristid. p. 605, 5 sq.) [*](1 τάχα Β Mor 2 ἐπεὶ in ras Ma 3 Ι δ’ BLaurCan edd 3 προτοῦ La 4 ἑαυτοῦ Ma sed ντοῦ in ras m 3 5 ἡγοῦ- μαι Can | ἀπήγαγον scripsi e CrHVLaViLaur ἀπήγο Ma sed ο ex α corr m 3 et supra ras ἀπῆγον BCan edd Ι τὴν κόρην om CrHV 8 γε inserui e libris om edd | κρατεῖν πολέμω Β 9 περὶ Vi | ὥστε HVLaVi | ἀκριβολογῶν HVLa sed in hoc ἀκριβεῖ λόγω suprascr y 11 δὲ Laur 12 ἕκτωρ Ma sed ωρ in ras m 3 | μὲν post ἕκτωρ Vi | τὰς ναῦς B ναυσὶν LaurCan edd 13 στρατοπεδεύεται scripsi ex HVLa ViMaBLaur ἐστρατοπέδευται Can edd | μόνον οὐ scripsi e CrHVMa μονονοὺ reliqui libri edd 16 ἐστι συνέχειν Laur Can edd 17 τοῖς Can Ι πάντων LaViMa om Β 18 καὶ om Can ἐκ Laur Ι τῆς inserui ex HVLaViMa om reliqui libri edd)
71. Ναί, φησίν, ἀλλ’ οὐχ ὡμίληκα τῇ κόρῃ καὶ ὑπὲρ τούτων ὀμοῦμαι. τοῦτο γάρ ἐστι τὸ δεινόν, ὅτι μηδὲν χρῄζων τῆς γυναικὸς ὑβρίζων ἀπέσπα. Ι εἰ [*](R IV 71) μὲν γὰρ εὐθὺς ἔχων ἐπλησίαζεν, ἦν εἰπεῖν ὧς ἔρωτι δου- λεύων πολλὰ ὧν οὐκ ἐβούλετο ποιεῖν ἠνάγκαστο καὶ τὸ πάθος ἐνίκησε τὴν γνώμην· ἐπεὶ δὲ ἔνδον οὔσης οὐχ ἥπτετο, μία ἐστὶν ἡ αἰτία τῆς ἀφαιρέσεως ἡ περὶ ἡμᾶς ἀτιμία. οὐ γὰρ αὑτῷ χαριζόμενος, ἀλλ’ εἰς ἐμὲ παροινῶν ἐλάμβανεν. ὥστ’ ἐπιορκῶν μὲν τὸ τῆς ἀπολογίας ἰσχυρὸν διαφθείρει, ὀμνὺς δὲ τὰ εὔορκα χείρω ποιεῖ τὰ ἐγ- κλήματα.