Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἐγὼ δὲ Ἕλλην ὑφ’ Ἕλληνος ὑβριζόμην σύμ- πλους, συστράτηγος, ὑπὲρ τῶν ἐκείνῳ διαφερόντων κοπτόμενος, τῆς μὲν βουλῆς κοινωνῶν, τὰ δ’ ἐν τοῖς ὅπλοις μόνος μοχθῶν, τὰς δ’ εὐπορίας εἰς μέσον παρ- έχων. ὅσῳ τοίνυν εὑ ποιῶν ἠλαυνόμην, τοσούτῳ πλέον ἀλγῶ. καὶ θαυμαστὸν οὐδὲν μὴ τοῖς ἴσοις διαλ- λάττεσθαι τοὺς οὐκ ἴσα πεπονθότας· ᾧ μὲν γὰρ ἡ λύπη μικρά, τούτῳ τὸ κομίσασθαι μέτριον, ᾧ δὲ ὑπερ- βάλλουσα, τούτῳ πάλιν λαβεῖν οὐκ ἀπόχρη.

ἄνευ δὲ τούτων ἀκούω τὸν Μενέλεων οὐ τοῦ κάλλους τῆς Ἑλένης ἐπιθυμεῖν, ἀλλὰ τῆς παρ’ αὐτῆς δίκης. βούλε- [*](3 Dem. p. 16, 5 7 Il. i 374 8 Il. ι 331) [*](1 τὴν ἡμάρτανεν. οὐ γὰρ ἐκεῖ in ras Laf | γε ante συναν- ήχθη BCan Mor delevi Ι μενέλαος Can 2 ὤνησε — οὐδ’ in ras Laf | καὶ om Ma 3 πράγματα La sed ραγματα in ras f et πράγματος in marg y πράγματος Ma πραγμάτων Can 4 ἑνῶν κρατεῖν in ras Laf Ι οὔκουν reposui ex HVLaViMaLaur Can οὐκ οὖν Β edd | ὀργὴν Ma sed ἃς suprascr m 2 ὀργὰς HVLaVi Ι μεγάλας reposui e libris μεγάλην edd 5 δ’ Ma ὑφ’ — συμ in ras Laf sed συνμνους supra σύμπλους y sed postea del et μ in π corr et σύμπνους in marg y σύμπλους Ma sed σύμπνους in marg m 2 σύμπλους σύμπνους ViCan et γρ in marg Mor 6 συστράτηγός HMaCan στρατηγός Vi ντων κοπτόμενος τῆς in ras Laf 7 τὰ Mor sed γρ τῆς in marg | δὲ Β 8 τὰς — εἰς in ras Laf | εὐποιίας La et γρ in marg Mor 9 ὅσον Ma | τοσούτω — 10 ἀλγῶ in ras Laf | το- σοῦτο Vi 11 ἶσα La sed in ras f. MaCan | παθόντας VLa Vi | γὰρ om MaB οὖν CrHVLaurCan Mor | ἡ om Mor 12 σμικρὰ LaurCan | τὸ om Can inser Ma 2 Ι δὲ ὑπερβάλλουσα in ras Laf ὑπερβαίνουσα Ma sed γρ ὑπερβάλλουσα suprascr m 3 13 τὸ παλινλαβεῖν coni Re 14 μενέλεω ViMa sed in hoc ν add m 2 Ι οὐ τοῦ] οὔτε Can 15 παρ’ — βούλεται in ras Laf)

343
τᾶι γὰρ λαβὼν αἰκίσασθαι, λιμῷ πιέσαι, κατακόψαι. ταύτῃ γὰρ ἐγκαλεῖ πλέον ἢ τῷ τοῦ Πριάμου. μὴ γὰρ ἐθέλουσαν οὐκ ἂν ἐκ μέσης ἁρπασθῆναι Λακεδαίμονος. ἢν τοίνυν μᾶλλον ἢ Τρῶας μισεῖ, ταύτην εἰ λάβοι παρ’ ἑκόντων, οὐκ ἔτ’ ἂν Τρῶσί χαλεπαίνοι. ἐγὼ δὲ τί χρήσωμαι τῇ κόρῃ; τὸ μὲν γὰρ συνοικεῖν αἰσχρόν, τὸ δ’ ἀποκτείνειν οὐ δίκαιον. εἶδον γὰρ ἑλκομένην ἀφι- εῖσαν δάκρυον. οὐκοῦν ἐκείνῳ μὲν ἵστησι τὴν λύπην Ἑλένη δοῦσα δίκην, ἐμοὶ δὲ οὐκ ἔστιν ὅ παύσει τὸν θυμόν. 10