Declamatio 5
Libanius
Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
δῶμεν τοίνυν αὐτὸν οὐκ ἐπιορκεῖν, ἀλλ’ ὑποπτεύεταί γε, τούτου δὲ οὕτως ἔχοντος καὶ τοιαύτης ἐν ἑκάστῳ δόξης ὑπαρχούσης οὐδὲν παρὰ τὸν ὅρκον [*](5 11. i 132 et 274) [*](1 τινα inserui e LaViMa sed in hoc inser m 3, BLaur om reliqui libri edd Ι εἰς om Mor εἷναι Can Ι χρηστήριον Can εὐχαριστήριον V Mor | τοῦτο Can 2 χαρίζοιτο Ma sed γρ λογίζοιτο in marg m 2 3 στερησαμένου Mor sed γρ στερησό- μενος in marg | ἱκετεύεις Vi 4 ἀλαζονείας reposui e libris ἀλαζονίας edd 5 οὐδὲ ἐν Ma οὐδὲν HVi Ι φόνοις La sed φόβοις suprascr y 6 ὡμίληκε Vi 7 τούτου Can | τὸ Mor sed γρ τὶ in marg 8 μὴ δὲ HVMaBLaur οὐδὲ Can Ι ἀπέ- σπασεν La sed σεν add y, MaB 9 ἦν scripsi ex HVLaVi MaLaur ἐνῆν BCan edd 10 ποιεῖν πολλὰ ὧν οὐκ ἐβούλετο Can vocibus ὧν οὐκ des Cr fol. 82 r | ἠβούλετο Laur Ι ποιεῖν inser Ma 3 om LaBLaur 11 δ’ VMaCan edd 12 ἡ(1) inserui ex HVLaVi om reliqui libri edd | ὕβρις Vi 13 αὑτᾷ scripsi e Laur αὐτῷ reliqui libri edd Ι ἐπ’ BLaurCan Mor 14 ὥστε Can 16 ὀμνὺς La Ι ἔνορκα Η | ποιεῖται Vi 18 δόξης ἐν ἑκάστῳ LaurCan Mor Ι οὐδὲ Can | περὶ La sed in παρὰ corr y, Vi Ι τῶν ὅρκων LaurCan Mor)
καὶ νῦν ὀμεῖται μὲν Ἀγαμέμνων, δεδόσθω δὲ ὧς ἀληθῆ, πείσει δὲ οὐδένα, μένει δὲ τὸ τῆς αἰσχύνης, ὅλως δὲ οὐδαμόθεν ἡ πίστις οἷς ὄμνυσι. πρῶτον μὲν γὰρ ὁ καιρὸς τὴν ἐπιορκίαν ἐλέγχει. τὸ γὰρ ἐπικεῖσθαι μὲν τοὺς Τρῶας, τετάχθαι δὲ μετ’ ἐκείνων τὴν Τύχην, πλησίον δ’ εἶναι τοὺς Φόβους, μικρὰν δὲ τὴν τάφρον, οὐδὲν δὲ ὄφελος τὸ τεῖχος, ἐπὶ ξυροῦ δὲ ἀκμῆς τὰ πράγματα ἑστάναι, μίαν δὲ σωτηρίας ὁδὸν ὑποφαίνεσθαι μόνην, εἰ διαλλαγείην, οὐκ ἐᾷ προσέχειν οἷς ὀμεῖται.