Declamatio 1
Libanius
Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
ταῦτα γὰρ δή- που καὶ ὁ Σόλων εἰδὼς καὶ νομίζων τῶν ἀγωνιουμέ- νων τοὺς μὲν ἐν φίλοις τοῖς δικάζουσι δώσειν λόγον, τοὺς δὲ ἐν χαλεπῶς ἔχουσιν, ἴνα μηδετέρωθεν κατα- βλάπτοιτο τὸ δίκαιον, ὅρκον ἔταξεν οὐκ ἐῶντα χάριν ἢ δυσμένειαν ἤ τινα πρόφασιν ἄλλην ἄδικον ἐνοχλῆ- σαι τῇ κρίσει. καὶ νῦν μισεῖ τις Σωκράτην, ἀλλ’ ὀμώ- μοκεν ἥκιστα ἐμπλήσειν τὸν αὑτοῦ θυμόν, ἀλλ’ οἱ θεοὶ πρὸς τὴν ψῆφον βλέπουσιν, ἣν ὁ θέμενος οὐ δικαίαν [*](6 sq. Plat. apol. p. 35 C 14 Dem. Tim. p. 746, 19 sq; Eubul. p. 1318, 25 cf. Μ. Fraenkel Herm. XIII 452 sq.) [*](2 διατοῦτον Β τοῦτον reposui e libris, ut coni Re, cum Rog τοὺς Mor Re τοῦτ’ Sintenis δι’ αὐτοῦ lacobs Not 6 3 ἔπειτα scripsi e Β ἐκεῖ Ath ἐπεὶ reliqui libri edd sed εἶτ’ coni Re Ι εἰ inserui e libris auctore Re cum Rog om Mor Re ταμάλιστα VaB Ι εἴχετε scripsi e Ma auctoribus Re et Gasda cum Rog ἔχετε reliqui libri Mor Re 5 πόλεμος Ath | ἐνταῦθα inserui e libris cum Rog om Mor Re 6 καὶ om Ath Ι ἐστὶν om Ath 8 ἀμυνούμενοι Ma sed οὐ ex ὁ corr m 2 | τῷ inserui auctore Gasda om libri edd 11 ὁ inserui ex AthUB om reliqui libri edd 12 λόγον δώσειν Ath 13 μηδ’ ἑτέρωθεν AthVa μὴ δ’ ἑτέρωθεν UB 15 ἐνοχλήσειν UVaB 16 ὁμώ-μοκεν Β 17 ἥδιστα Ath cf. Suidas s. v. Ι ἐμπλήσειν scripsi e Β auctore Nabero cum Rog ἐμπλῆσαι reliqui libri Mor Re Ι αὐτοῦ scripsi ex UVaB cum lacobsio Not 6 et Rog αὐτοῦ reliqui libri Mor Re)
10. Μηδὲ τοῦτό τις ὁράτω μόνον, ὅτι Σωκράτην ἀπεκτονὼς ἔξεισιν ἀπηλλαγμένος τῆς τούτου παρρησίας, ἀλλὰ κἀκεῖνα προσενθυμείσθω, τίς αὑτὸν διαδέξεται δόξα καὶ τίνες ἐλπίδες. ἐν θεάτρῳ μὲν γὰρ κωμῳδίας ἀκροωμένους γελάσαι καὶ συνεπιθέσθαι τῷ κακῶς ἀκού- οντι καὶ χαρίζεσθαι τῷ ποιητῇ καλὰ μὲν οὐδ’ ἐκεῖνα, δόξαι δ’ ἂν οὐ παντάπασιν ἀλλότρια Διονυσίων εἶναι καὶ ὁ γέλως ἀκίνδυνος· ἐν δικαστηρίῳ δὲ ὁ τῷ διώ- κοντι δοὺς ἑαυτὸν καὶ πᾶν ἀληθὲς ἡγούμενος καὶ συν- ταράττων καὶ βασανίζων οὐδὲν καὶ πρὸς τὴν τοῦ κατη- γόρου μεθιστάμενος τάξιν ἀπὸ τῆς οἰκείας μείζω ζημι- ώσας αὑτὸν ἢ <ὃν> οἴεται κακῶς παθὼν μᾶλλον ἢ δε- δρακὼς ἄπεισιν. ὁ μὲν γὰρ οὐκ ἔχει τοῦ κινδύνου κοι- νωνοὺς τοὺς παῖδας, ὁ δὲ πᾶσιν ἐφεξῆς τοῖς αὑτοῦ τὴν συμφορὰν ἐπάγει.
11. Καὶ μὴν οὐδ’ ἐκεῖνό γε εὔλογον ὑπὲρ εὐσε- βείας δοκοῦντας ἀγανακτεῖν αὐτοὺς Ι ἀσεβοῦντας [*](R III 5) [*](1 ὑποτέθεικεν] ὑποκαταδίκην ὢν καὶ Μα | ὀργῇ scripsi ex AthUVaB ὅρκον Ma ὅρκῳ edd | αὐτὸν scripsi ex UVaB cum Rog αὐτὸν reliqui libri Mor Re 2 σμικρᾶς scripsi ex Ath UVaB μικρᾶς Ma edd 3 Μηδὲ scripsi μὴ δὲ MaUB μὴ δὴ reliqui libri edd 5 ἀλλ’ ἐκεῖνα Ath Ι αὐτὸν scripsi αὐτὸν libri edd 7 ἀκροώμενος MaAth ἀκροώμενον UB 10 δὲ reposui e libris auctoribus lacobsio Lect 193 Not 6 et Sin- teni cum Rog τε Mor Re 11 παναληθὲς Ath | συνταράττων in suspicionem vocaverunt lacobs Not 7, Gasda qui ἐξετάζων, Naber qui συμπράττων, Rog qui συντάττων coni, frustra cf. p. 37, 14 ne συνεξετάζων quidem (ut p. 23, 3) necessarium 13 οἰκίας Ma sed ι in εἰ corr m 2, UVa 14 ἑαυτὸν UB | ὃν inserui auctore Sinteni om libri edd Ι καὶ ante κακῶς inser coni Cobet 16 αὐτοῦ scripsi e MaB cum Rog αὐτοῦ reli- qui libri Mor Re 18 οὐδ’ scripsi ex UB cum Rog οὐδὲ reliqui libri Mor Re)
12. Περὶ μὲν οὖν τοῦ μὴ δεῖν, εἴ τις ὑμῶν ἀγα- νακτῶν ἐκ τῶν ἔμπροσθεν τούτῳ πρὸς ἐνίους γεγενη- μένων λόγων δεῦρ’ εἰσελήλυθε, τοῦτο ἀναμιγνύναι τῇ παρούσῃ κρίσει καὶ τοῦ δεῖν μεμνημένους τῶν θεῶν, οὓς ὀμωμοκότες ἥκετε, τήν τε ἀκρόασιν ἅπασαν ποιεῖ- σθαι καὶ τὴν διάγνωσιν ἐνῆν μὲν πλείω λέγειν, οἶμαι δὲ οὐδὲν δεῖσθαι τούς γε εὖ φρονοῦντας πλειόνων.
13. Ἤδη δὲ ὑμᾶς διδάξω, πόθεν ποτὲ Ἄνυτος ἐπέ- θετο Σωκράτει καὶ ὡς οὐκ ἐκ τῆς πρὸς ὑμᾶς εὐνοίας οὐδ’ αὖ φροντίζων τῆς τῶν ὑμετέρων παίδων ἐπιει- κείας, ἀλλ’ ἑτέρωθεν. διορίσασθαι δέ, ὦ Ἀθηναῖοι, καὶ αὐτὸς ὥσπερ καὶ οὗτος βούλομαι. ἐἀν <δ᾿> ἐπιδείξω Σω- κράτην οὐδενὶ πώποτε διδάσκαλον γενόμενον οὔτ᾿ ἀδί- [*](12 cf. p. 29, 15 sq.; 30, 3. Plat. apol. p. 24 C 13 cf. p. 31, 17 sq. Plat. apol p. 25 C; 26 A sq. 16 sq. Xen. comm. I 2, 62 sq.; apol. § 25) [*](1 οὐδαμοῦ UVa Rog 3 δίκην τοῖς κρείττοσι Ath 4 Καὶ ante περὶ inserendum coni lacobs Not 7 | οὖν inserui ex Ath UB auctore Re cum Rog om reliqui libri Mor Re 5 τού-τούτων Ath Ι γεγενημένων inserui eMaUVaB cum Rog om Ath Mor Re 6 εἰσελήλυθεν Ma Ι τοῦτον Ma sed v add m 2, UVa Β 7 μεμνημένους Ma sed οὐ ex ὁ corr m 2 8 ὀμωμοκότες scripsi ex AthUVa auctore Re cum Rog ὀμωμοκότες Ma ὀμω- μοκότας Β Mor Re 8 τ’ Rog | ἀκρόασιν ἅπασαν reposui e libris ἀκρασίαν πᾶσι Mor Re qui ἀκρόασιν ἴσην πᾶσι coni ἀκρόασιν πᾶσι Rog 10 καὶ ante οὐδὲν et τῶν ante πλειόνων Mor Re delevi cum Rog Ι τε Ath 11 δείξω Μ 13 ὐμε-τέρων reposui e libris auctore Re cum Rog ἡμετέρων Mor Re 15 punctum post βούλομαι posui cum Β, colon Rog, comma reliqui libri Mor Re | <δ᾿ > Re | <δ᾿ > inserui 16 ὦ Ἀθηναῖοι, ante οὐδενὶ Ath Mor Re delevi cum Rog | num ἀδίκου <λήμματος οὔτε> κλοπῆς coll p. 28, 1? at cf. p. 71, 14 sq. οὐδενὸς ἀδίκου, οὔτε vel ἀδίκου, οὔτε coni Sintenis)
14. Σκοπεῖτε δέ. Σωκράτης ὦ ἄνδρες, γενόμενος ἐκ πατρὸς Ἀθηναίου καὶ τραφεὶς ἐν τοῖς ἡμετέροις νόμοις λογισμὸν ἔλαβε μείζω μὲν ἴσως τῆς οἰκίας τῆς ἑαυτοῦ, πρέποντα δὲ τῇ πόλει καὶ τῷ τῆς πόλεως γνωρίσματι. καὶ διήνεγκε τῶν πολλῶν, ὁμολογῶ, οὐκ ἐξενεχθεὶς ἐπὶ τὰ χείρω καὶ βουληθεὶς γενέσθαι κά- κιστος, ὧς οὗτοί φασιν, ἀλλὰ τῷ μάλιστα δὴ τῶν μνημονευομένων ἀρετῆς ὀρεχθῆναι καὶ νομίζειν ζηλω- τὸν τὸ κτῆμα.
τὸ μὲν γὰρ ἐν βαναυσίᾳ δι- [*](R III 6) ἄγειν ἢ γῆν ἐργάζεσθαι ἢ πελάγη περᾶν ὑπὲρ χρημά- τῶν ἢ τὰ ἀπὸ τῶν μετάλλων ζητεῖν ἢ μνηστεύειν ἀρχὰς ἢ τὴν ἐπὶ τοὺς ἰδιώτας ῥητορείαν συλλέγειν καὶ διὰ ταύτης τῆς μελέτης καρποῦσθαι τοὺς ἀπράγμονας ταῦτα ᾔδει μὲν τοῖς μετιοῦσι καὶ δυνάμεις καὶ τὰς θαυμαζομένας ὑπὸ τῶν πολλῶν ὠφελείας φέροντα καὶ φοβεροὺς ποιοῦντα τοῖς ἐν ταῖς εὐπορίαις, οὐ μὴν ἐδυνήθη Σωκράτης τούτων οὐδὲν οὔτε μέγα οὔτε [*](2 οὔτε (1) Β 5 ποιήσατε coni Sintenis 7 ἡμετέροις Β sed ἡ ex ὒ corr ὑμετέροις Rog 8 οἰκείας Ath | τῆς ἑαυτοῦ scripsi e MaUVaB αὐτοῦ Ath Mor Re τῆς αὑτοῦ Rog 11 ἐξενεχθεὶς reposui e libris cum Rog ἐνεχθεὶς Mor Re 13 ἀρετῆς ὀρεχθῆναι scripsi ἀρετῇ στηριχθῆναι libri Mor Re ἀρετῆς τ’ ὀρεχθῆναι Cobet Mnem. III 143 Rog 14 βα-ναυσίᾳ scripsi ex AthUVaB auctoribus Bastio Greg. Cor. p. 836 ed. Schaef. et Gasda cum Rog βαναυσία Ma βαναύσῳ Mor Re qui βαναύσων coni 16 μετάλων UVaB 21 τοῖς scripsi auctoribus Sinteni Gasda Cobeto cum Rog τοὺς libri Mor Re)
τὸ μὲν οὖν τὴν τοῦ οὐρανοῦ διερευ- νᾶσθαι φύσιν καὶ τὸν ἥλιον ὅ τι ποτέ ἐστι σκοπεῖν καὶ περὶ τῆς σελήνης ἀνευρίσκειν λόγους καὶ πόθεν ἀστραπαὶ καὶ τί τὸ βροντᾶν ποιοῦν, τὴν μὲν περὶ ταῦτα διατριβὴν ἔφυγε νομίζων μάταιον ἅπασαν μάθη- σιν ἀφ’ ἧς οὐδὲν ἂν ἔργον τοῖς ἐπισταμένοις γένοιτο· ἐπὶ δὲ τὸ ζητεῖν τὸ δίκαιον καὶ τίνα χρὴ νομίζειν ἀνδρεῖον καὶ τίς εἰκότως ἂν καλοῖτο σοφός, ὃ μέγιστον τῶν ἀγαθῶν καὶ οἴκῳ καὶ πόλει καὶ πᾶσιν ἔθνεσιν, ἐπὶ ταῦτα ὥρμησε καὶ τούτοις ἐνέμεινε διδάσκαλον [*](1 Plat. apol. p. 30 B; Phaedr. p. 241 C; leg V p. 726 A; 731 C 6 Xen. comm. I 2, 4 9 Plat. apol. p. 19 C. Xen. comm. I 1, 11 sq. Diog. L. II 5, 6, 21 15 Xen. comm. I 1, 16 18 Plat. apol. p. 33 A. Xen. comm. I 2, 3 3 ὡσαληθῶς Β 4 δὲ om VaB 7 ἀφῆκεν AthUB 9 οὖν inserui e MaAthVaB cum Rog om U Mor Re 10 ὃ τι scripsi e Β cum Rog ὅτι reliqui libri Mor Re 12 μὲν inserui e MaAthUB cum Rog om Va Mor Re 13 ἅπασαν re- posui e libris cum Rog πᾶσι Mor Re πᾶσαν Sintenis 14 ἂν ἔργον scripsi auctoribus lacobsio Lect 193 App Pors 320 Not 7 et Cobeto Mnem. III 143 cum Rog ἐνεργὸν libri Mor Re qui οὐδὲν ἔργον coni Ι τοῖς om UVaB | ἐπισταμένο ς cum ras 1 litt U ἐπισταμένας Va 15 ἐπὶ reposui e libris auctore Re cum Rog ἐπεὶ Mor Re | τί δίκαιον coni Rog 16 <καὶ> ὃ Gasda 18 καὶ τούτοις ἐνέμεινε in marg Ma)