Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

καὶ ταῦτα ἔπραττεν οὐ πολλῶν κεκληρονομηκὼς ταλάντων οὐδὲ τῆς ἔνδον αὐτῷ περιουσίας παρεχούσης ἐπ’ ἐκεῖνα σχολήν. ὀγδοή- κοντα γάρ, ὦ ἄνδρες, μνᾶς αὐτῷ τοῦ πατρός, ἡνίκα ἐτελεύτα, παραδόντος καὶ ταύτας ἡλικιώτου τινὸς ἐπ’ ἐργασίᾳ λαβόντος ἔπειτα περὶ τὴν ἐργασίαν ἀτυχήσαν- τος σιγῇ τὸ συμβὰν ἤνεγκεν ὁ Σωκράτης. καὶ μᾶλλον ἄν τις τῶν μὴ προεμένων τὸ ἀργύριον ἐμνήσθη περὶ τούτου ἤ αὐτὸς ὁ δεδωκώς. λοιπὸν οὖν ἦν ζῆν ἐν ἀμυ- θήτῳ πενίᾳ.

τί οὖν ἐποίησεν; οὐ μετέβαλε τὴν τάξιν, ἐπειδὴ τῶν ἀφορμῶν ἐστέρητο, οὐδ’ ᾠήθη δεῖν ἕτερος ἐν ἑτέροις γενέσθαι καιροῖς, ἀλλ’ ἐτήρησεν ἀκί- νῆτον τὴν γνώμην διὰ τέλους οὔσης αὐτῷ γυναικὸς καὶ παίδων. ἀντὶ γὰρ τοῦ ζητεῖν εὐπορίας οὐ καλὰς [*](2 Plat. apol. p. 19 D. Xen. comm. Ι 2,5 4 Plat. apol. p. 23 B; 38 B sq. 5 cf. p. 87, 5 sq. 6 Dem. Phal. apud Plut. Arist. 1, 9 cf. Boeckh Staatshaushalt. Ι 143 3 Zeller Gesch. der Phil. II 1, 44 3) [*](1 αὑτὸν scripsi e MaU cum Rog αὐτὸν reliqui libri Mor Re I οὐδὲν ante οὐδενὸς Β 2 ὧς inserui e MaUVaB auctore Re cum Rog 3 ἑκάστου reposui e libris auctore Sinteni cum Rog ἐκείνου Mor Re 6 ἑβδομήκοντα e Par 3017 Rog for- tasse recte, cum fidem facere videatur Demetrius Phalereus apud Plutarchum I. I. 7 γάρ] μὲν Ma 8 ἐτελεύτησε Β Ι ταύτας scripsi ex AthUB ταῦτα reliqui libri edd 10 ἤνεγκεν ὁ Σωκράτης reposui e libris ἤνεγκε Σωκράτης edd 15 γενέσθαι καιροῖς reposui e libris cum Rog καιροῖς γενέσθαι Mor Re | ἐτήρησεν reposui ex AthUVaB auctore Re cum Rog ἐτήνησεν Ma ἐκίνησεν Mor Re 16 διατέλους MaB 17 γὰρ om Ma Ι ζητεῖν reposui e MaAthVaB auctore Re cum Rog ζῆν U Mor Re | οὐ om Ath)

24
καὶ σκοπεῖν ὅθεν ἂν ἀντὶ τῶν οἰχομένων αὑτῷ γένοιτο χρήματα τῆς δαπάνης ἀφεῖλε καὶ μᾶλλον <πρὸς> τὸ μὴ δεῖσθαι τοσοῦτον ἐπαίδευσεν ἑαυτὸν ἢ ὅθεν ἂν ἔχοι δαπανᾶν ἐσκέψατο, τρίβωνι μὲν ἐνὶ δι’ ἔτους χρώμενος, ὕδωρ δὲ πίνων ἥδιον ἢ Θάσιον οἶνον ἕτεροι τό τε πεινῶν ἐσθίειν ἀντὶ Περσικῆς ποιούμενος τραπέζης. τῆς δὲ οὕτως ἐχούσης τροφῆς ἔμελε δήπου τοῖς ἐπιτη- δείοις Σωκράτους οὐδὲν ἐνοχλοῦντος.

τοιοῦτος ὢν καὶ διάγων, ὡς ἔφην, ὥσπερ τις κοινὸς πατὴρ καὶ τῆς πόλεως ὅλης κηδεμὼν περιενόστει τὰς παλαίστρας, τὰ γυμνάσια, τὸ Λύκειον, τὴν Ἀκαδημίαν, τὴν ἀγοράν, ὅπου μέλλοι <πλείστοις> ἐντεύξεσθαι, λειτουργῶν ὑμῖν, ὦ ἄνδρες, λειτουργίαν οὐδὲν ἐοικυῖαν ταῖς ἐν τοῖς Παναθηναίοις ἢ τοῖς Διονυσίοις, ὧν ἡ χάρις παρέρχε- τᾶι, ἀλλ’ ἐγρηγορὼς καὶ φροντίζων, ὅπως κακίαν μὲν εἰς δύναμιν ἐξελάσειεν, ἀρετὴν δὲ πείσειεν ἀγαθόν τι νομίζειν.