Declamatio 1
Libanius
Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
τοῦτο δὲ γένοιτ’ ἂν ὑμῶν ἀκούειν εὐμενῶς ἐθελόντων. καὶ γὰρ εἰ μὲν ἐμπείρως ἔχων τῶν ἐν τοῖς δικαστηρίοις λόγων Σωκράτης πρὸς τἀς τούτων παρασκευὰς ἱκανῶς ἐτύγχανεν ἠγωνισμένος, ’ίσως ἂν ὑμῖν ἐξήρκει παρ’ ἐκείνου καὶ περὶ ὧν κρίνεται [*](R III 3) διδαχθεῖσι τὴν ψῆφον ὀρθῶς | φέρειν· ἐπεὶ δέ, ὥσπερ ἐπὶ τῶν ἐργαστηρίων, οὕτω καὶ νῦν ἐν ὑμῖν δι- είλεκται, τῇ παρούσῃ μὲν οὐ συμφερόντως χρείᾳ, μίαν δ’ οὖν αὑτῷ λύσας διαβολήν, ὧς οὐκ ἄρα εἴη δεινὸς λέγειν, ἡμῶν, ὦ ἄνδρες, πρὸς θεῶν, ἀνάσχεσθε τῶν οὐ δυνα- μένων μὲν ἐξισοῦσθαι πρὸς τὸν Ἀνύτου λόγον, ἴσως δὲ ὑμῖν τι συμβαλουμένων καὶ τἀληθῆ μᾶλλον ἐρούν- των ἤ οὗτοι.
[*](1 cf. p. 110, 16. Plat. apol. 29 A; 38 D sq. 3 Plat. apol. p. 17 B sq.; 27 B. Xen. comm. IV 4, 4)[*](1 ᾦ ante καὶ Par. 3014 edd delevi cum Gasda Ι ὁ ante φόβος 6 Par. 3017 Gasda 2 πρέπειν ἡγούμενος scripsi e MaAthUVaB ἡγούμενος πρέπειν Par 3014 edd Ι τὴν φύσιν Ma 3 τοῦ μὴ om Β 4 μὴ δὲ MaB 5 τοὺς ante Ἀθηναίους inser Rog)[*](11 καὶ inserui ex AthUB om reliqui libri edd 13 δικαστη- ρίων Ma Ι ὑμῖν scripsi e MaUB cum Iacobsio Not 4, Sinteni Rog ἡμῖν reliqui libri Mor Re 14 συμφερόντως χρείᾳ scripsi e MaUVaB auctore Re cum Rog συμφέροντες χρείαν Ath Mor Re δὲ Rog 15 οὖν del Iacobs Not 4 γοῦν Rog | αὐτῷ scripsi e Ma auctoribus Iacobsio Lect 193 et Gasda cum Rog αὐτῷ reliqui libri Mor Re Ἀνύτου lacobs Not 4 | οὐκ cancellavit Rog coll Plat. apol. p. 17 B | ἄρ’ Rog 17 μὲν om Β 18 ἐρόν- των Ma sed ο in ου corr m 2, Par 3017 19 οὗτος? at cf. p. 21, 12.)6. Οἶδα μὲν οὖν ὅτι διαβολή τις κατεσκέδασται Σωκράτους ὑπὸ τῶν ἐν ταῖς συνουσίαις τοὺς παρ’ ἐκείνου μὴ φερόντων ἐλέγχους, οἱ δικαιότερον ἂν αὑ- τοῖς ἐπιτιμῶντες, ὅτι τῆς αὑτῶν διανοίας ἠμέλουν, τὸν οὐκ ἐῶντα ῥᾳθυμεῖν περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώ- ποις ἐμίσουν καί τινας καθίεσαν τοὺς τὰ τοιαῦτα λέγοντας· τὸν μιαρόν, τὸν ὄλεθρον, τὸν λυμεῶνα τῶν νέων.
ἃ δὴ καὶ τούτοις ἔδωκε θαρρῆσαι τὴν γραφὴν ἀπενεγκεῖν, ἐπεὶ καὶ πρῴην τινὸς προσελθόν- τος αὐτοῖς καὶ λέγοντος οὐ σφόδρα συνήδεσθαι τοῖς διώκουσιν, οὐδὲ γὰρ οὐδ’ ὁρᾶν εἰς τὸ κρατήσειν ἀφορ- μάς, τὸ τῶν δικαζόντων πρὸς τὸν κινδυνεύοντα μῖσος μεγάλην ἔφασαν σφίσιν αὐτοῖς ὑπάρχειν πλεονεξίαν. πάλαι γὰρ αὐτὸν ἐπιθυμεῖν ὑπὸ ταῖς ψήφοις λαβεῖν, ὥστ’ αὐτοῖς ἀρκεῖν φανῆναι. ἃ γὰρ αὐτὸς ἄν, εἴπερ ἐδίκαζεν, Ἄνυτος ἐποίει καὶ οἱ μετὰ τούτου, ταῦτα παρ’ ὑμῶν προσδοκᾷ. κακῶς ἐλπίζων. διὰ τί; ὅτι πρῶτον μὲν ἐν ὑμῖν οὐκ ὀλίγους ἑώρων πολλάκις ἡσθέντας, [*](1 cf. p. 127, 5. Plat. apol. p. 18 B cf. p. 111, 16 sq.) [*](7 Plat. apol. p. 23 D) [*](1 κατεσκεύασται UVaB κατασκευασταὶ Ath cf. Plat. I. I. οἱ ταύτην τὴν φήμην κατασκεδάσαντες 2 ταῖς om Ma 3 ἐκείνων Β | αὑτοῖς scripsi cum Rog αὐτοῖς libri Mor Re 4 αὐτῶν reposui e libris cum Rog αὐτῶν Mor Re 6 καὶ ante καθίεσαν Ma edd delevi | καθίστασαν? | τὰ om AthUVa 8 ἔδωκε scripsi cum Cobeto Mnem III 142 et Sinteni coll p. 116, 6 ἐδίδου 6 Par 3017 Gasda Rog ἐδόκει reliqui libri Mor Re τούτους ἐδόκει θαρρῦναι Iacobs Not 5 10 οὐ inserui ex AthUB, ut coni Re, cum Rog om reliqui libri Mor Re | σφό- δρᾶ μὲν συνήδεσθαι lacobs Not 6 συνάχθεσθαι Cobet 11 οὐδὲ γὰρ οὐδ’] οὐδὲ ἀρκούσας Iacobs I. I. | οὐδ’] οὐχ Ma cancellavit auctore Re Rog οὐδ’ ὁρᾶν coni Re 13 δὲ post αὐτοῖς Ath 17 καλῶς Ma | διατί Β 18 ὀλίγοι <κάθηνται, οὓς> ἑώρων Cobet Coll 255 )
ἔπειτα, εἰ καὶ τὰ μάλιστα δυσχερῶς εἴχετε πρὸς αὐτὸν ἅπαντες καὶ κοινὸς ἦν τοῦ δικαστηρίου πολέμιος, οὐκ ἂν ἦν ἐνταῦθα τῇ δυσμενείᾳ χαρίσασθαι. καὶ γάρ, ὦ ἄνδρες, τὸ χωρίον οὐκ ἔχθρας ἐστὶν ἢ χάριτος οὐδὲ συνέρχεσθε ἐνταῦθα τὸν ἑτέρωθι λυπή- σαντα ἀμυνούμενοι ἢ <τῶ> πρότερον εὖ πεποιηκότι χάριν ἀποδώσοντες, ἀλλ’ ἀπὸ τῶν πραγμάτων, ἐφ’ οἶς ἡ κρίσις, ἢ σώσοντες ἢ κολάσοντες.