Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ὁ τοίνυν τὴν ἐν τῷ διαλέγεσθαι παρρησίαν ἀναιρῶν οὗτός ἐστιν ὁ τὰ τῆς δημοκρατίας καταλύων ἐπιχώρια καὶ καθάπερ σώματος ἐξορύττων ὀφθαλμοὺς ἢ τὴν γλῶτταν ἀπο- τέμνων. ὃν ἔγωγε ἡδέως ἂν ἐροίμην, εἰ καὶ τῶν δεί- πνων ἐξαιρεῖ τοὺς εἰωθότας λόγους. οὗτοι δέ εἰσι μνησθῆναι ποιητῶν, τοῦ μὲν ὡς εὖ λεχθέντος ἀγα- σθῆναι, τὸ δέ τι καὶ ἐπανορθῶσαι.

εἰ μὲν οὖν κἀνταῦθα σιωπᾶν νομοθετεῖ κελεύων ἀφώνους ἐσθίειν καὶ πίνειν, ἀνδραποδώδη ποιεῖ τὰ συμπόσια τῶν ἐλευ- θέρων τῇ γαστρὶ μετρεῖν ἀναγκάζων τὰς συνουσίας, καὶ τίς ἂν ἔλθοι κληθεὶς ἐπὶ δεῖπνον οὐ μέλλων εὑρή- σεῖν τὴν χρησιμωτέραν ἡδονήν; εἰ δ’ ἐκείνων μὲν οὐκ ἀφαιρεῖται τὴν περὶ ταῦτα ἐξουσίαν, τὰς παλαίστρας δὲ τῶν λόγων ἀποστερεῖ, μᾶλλον δὲ εἰ τοῖς μὲν ἄλλοις πανταχοῦ δίδωσι λέγειν, Σωκράτει δὲ οὐδαμοῦ, πει- 19 σάτω τοὺς δικάζοντας ὑμᾶς ὅτι τὸ ἄνισον τοῦτο τῶν [*](R III 27) δικαίων ἐστί. |

καὶ τί δεῖ λέγειν τοὺς ποιητάς; [*](6 cf t. III 110, 20) [*](1 διατοῦτο Β 3 ὑμῖν AthUVaB Rog 4 οὗτος δι’ ὃ τὰ Ma 5 καὶ cancellavit Rog 6 τὴν inserui e libris om edd 9 ποιημάτων Rog at cf. l. 20 et ad t. IV 45,4 ποιητῶν τοῦ μὲν, ὧς εὖ λεχθέντος, ἐπιτηδείου ᾀσθῆναι, τὸ δ’ ἔτι καὶ δέον ἐπανορθῶσαι coni Re | λεχθὲν Sintenis | ἀγασθῆναι reposui ex AthUVaB auctore Cobeto cum Rog ἡσθῆναι Ma ᾀσθῆναι (i. e. ᾀσθῆναι) Mor Re quod delendum censet lacobs Lect 196) [*](10 τοῦ Sintenis at cf. Xen. Hell. VI 4, 7 et 8 14 ἔλθοι reposui e libris auctore lacobsio Not 26 cum Rog ἔλθῃ Mor Re 15 ἐκείνων scripsi ex UVaB ἐκεῖνον Ath ἐκεῖ Ma edd μὲν om Ath 19 ὅτι scripsi εἰ libri edd | τοῦτο reposui e libris auctore Re cum Rog τούτῳ Mor Re)

57
ἀλλὰ τοῦ Δῖός οὐχ ὕοντος καὶ πάλιν ἔξω τοῦ μετρίου βοῶμεν ὧς ἀδικούμενοι καὶ τί ποιῶν δίκαιος ἂν ἦν περὶ τὴν γῆν λέγομεν. καὶ ταύτας τὰς κατηγορίας οὐκ ἠγνόει Θέογνις ὁ Μεγαρεύς. εἶτ’ ἐνιαυτοῦ μὲν καὶ ὡρῶν καὶ αὐτοῦ γε τοῦ Δῖός ἐπιλαμβανόμεθα καὶ οὐδεὶς ἐπιφέρει γραφήν· ἂν δέ τις ὅτι τὸν Πίνδαρον ἐξέφυγέ τι τῶν σεσιγῆσθαι βελτιόνων εἴπῃ πρὸς νέους ἢ πρε- σβυτέρους, τοῦτον εὐθὺς ἐπὶ κώνειον ἄγεσθαι δίκαιον, ὁ δὲ μὴ καταψηφιζόμενος ἀπολλύει τὴν πόλιν;