Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

καὶ Πεισίστρατος μὲν ὁ μάλιστα σπουδάσας περὶ τὴν Ὁμήρου ποίησιν οὐδένα τῶν πολι- τῶν ἀπέκτεινε λαβὼν ἔπους ἐπιλαμβανόμενον, εἰκὸς δὲ [*](16 Plat. Hipparch. p. 228 B. Ael. var. hist. XIII 13) [*](1 ὑμῖν AthUVaB et auctore lacobsio Not 24 Rog | τὸν inserui ex Ath om reliqui libri edd 2 ἐπειθόμεθα UVaB 5 ἂν ἐδίδου reposui ex UVaB cum Rog ἐνεδίδου Ath ἐδίδου Ma Mor Re 8 εἰ inserui e MaUB auctore Re cum Rog om AthVa Mor Re | τυραννοῦντας scripsi e MaUVaB auctore Re cum Rog τυραννοῦντος Ath Mor Re 9 ἑωρακὼς coni lacobs Lect 196 App Pors 321 Not 25 | ἂν inserui e libris cum Rog, ut post ὑπέμεινεν lacobs Add 270 Lect 196 App Pors 321 Not 25 om Mor Re | εἰ πρὸς Ma sed εἰ πρ in ras m2 | τῶ λιβρι ψορρ Μορ 10 ἐπῆγε scripsi auctore Sinteni ἐπῆν UVaB ἐπῇ Ma sed ῆ evanuit, Ath Mor Re qui ἐπεχεί- ρει coni ἐπῆρε auctore lacobsio 1. 1. Rog I ἐξήτασε scripsi auctore Sinteni ἐξήταζε libri edd 13 ἐφιστὰς Ath ἐφιστὰς MaB ἐφιστὰς UVa corr Mor 16 πολιτῶν scripsi ex UVaB cum Rog ποιητῶν Ma πώποτε Ath Mor Re)

55
πολλὰ τοιαῦτα γεγονέναι τῶν Ὁμήρου συλλεγομένων· σὺ δ’ ἐν δημοκρατίᾳ ποιεῖς τυραννίδος χαλεπώτερα καὶ ταῦτα ἐπαινῶν τὸν Θησέα τοῦ τῆς ἀρχῆς ἣν εἶχεν ἀποστῆναι. ὅς οὐ διὰ τοῦτο τὴν ἐλευθερίαν τοῦ δή- μου πρὸ τῆς ἐξουσίας ἐποιήσατο τῆς αὑτοῦ, ἵνα Ἄνυτος καὶ Μέλητος κωλύωσι διαλέγεσθαι τὸν βουλόμενον Ἀθήνησιν, ἀλλ’ ἔνα παντὸς ἀπηλλαγμένοι δέους καὶ τὰς ψυχὰς ἀσκῶμεν μαθήμασι καὶ τὰ σώματα γυμνα- σίοις.

καὶ διὰ τοῦτο καλὸν καὶ ἥδιστον αἱ Ἀθῆναι θέαμα καὶ πανταχόθεν | δεῦρο φοιτῶσι καὶ ναυσὶ [*](R III 26) καὶ πεζῇ καὶ οἱ μὲν κατέμειναν, οἱ δὲ μόλις ἀπῆλθον, οὐχ 11 ὅτι τραπέζαις νικῶμεν Σύβαριν οὐδ’ ὅτι πυρῶν ἡμῖν εὔφορος ἡ γῆ, τοὐναντίον γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἔξω τικτομένοις τρεφόμεθα, ἀλλ’ ὅτι λόγων ἐστὶν ἐργαστήριον ἡ πόλις. ὁ μὲν ἤρετο, ὁ δὲ ἀπεκρίνατο. τῷ μὲν ὑπῆρξε μαθεῖν, ὁ δὲ ἐδίδαξε. τὸν μὲν ἴδοις ἂν ἐπαινοῦντά τι τῶν τοῖς ἔμπροσθεν εἰρημένων, τὸν δὲ αἰτιώμενον, τὸν δὲ δόξαν οὐ καλὴν λύοντα.

ταῦτα ἄξια τῆς ἐν ἀκροπόλει θεοῦ, ταῦτα τῶν ὑπὸ θεῶν πεπαιδευμένων, ταῦτα τοῦ Θησέως, ταῦτα τῆς πολι- τείας. ταῦτα ποιεῖ τὴν πόλιν χαριεστέραν τῆς Λακε- [*](3 Arist. rep. Ath. 41,2 8 Plat. Prot. p. 313 C; rep. II p. 376 E; III p. 410 12 cf t. I 520, 9; II 297, 8 13 Thuc. 12 14 cf t. I 156, 19 19 Hom. II. β 547 sq.; h. in Cer. 473 sq.) [*](1 πολλοὺς τοιούτους Gasda ἴ’ ἁπανταχόθεν ante συλλεγομέ- νων inserendum coni lie 3 ἣν reposui e libris sed Ma in ras3 m2 kd m2 quod kkd Libanii magis convenit quam ἦς 4 διατοῦτο Β 5 αὑτοῦ scripsi cum Rog αὐτοῦ ἁ αὐτοῦ reliqui libri Mor Re 6 Μέλητος scripsi ex AthUVaB cum Rog μέλιτος Ma Mor Re 9 διατοῦτο Β 12 οὐδ’ reposui e MaAthUB cum Rog οὐδὲ Va Mor Re | ὑμῖν AthUVa 13 εὔφορος ὑμῖν Ath | γάρ, ὦ om Ma 21 τάξιν Ma)

56
δαίμονος. διὰ τοῦτο τῶν φοβερῶν ἐν τοῖς ὅπλοις οἱ τὴν σοφίαν τιμῶντες σεμνότεροι. τοῦτο πολὺ τὸ μέσον ἡμῖν πρὸς τοὺς βαρβάρους πεποίηκεν.