Declamatio 1
Libanius
Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
καὶ αὐτὸς δὲ οὐκ ὀκνήσω μεθ’ ὑμῶν. ἄνδρες Ἀθηναῖοι, φίλον εἰλικρινῆ, χρηστὸν ἄνδρα, σύμβουλον ἀγαθόν, πολίτην δίκαιον, λυπηρὸν μὲν ἐνίοις, συμφέροντα δὲ τοῖς εὐνοοῦσι σώσατε, διατηρήσατε. στρατηγεῖν μὲν οὐκ ἂν δύναιτο, σωφρο- νίζειν δὲ ἐπίσταται. στόλον μὲν ἄγων οὐκ ἂν ἐκπλεύ- σειεν, ἐκπλεῖν δὲ πολλοὺς νέους εἰς ὕβριν οὐκ ἂν ἐῴη. μέγα μὲν ὑμῖν οἱ νόμοι καὶ ἡ τῶν δικαζόντων ψῆφος, μικρὸν δὲ οὐδὲ Σωκράτης τηρῶν πλημμελοῦν- [*](9 cf p. 129, 17) [*](2 τοὺς om Mor 3 φεύξονται Ma 7 πείσει vel παύσει coni lacobs Lect 203 | θαρρεῖ Ma sed ε in ras m 2 8 δέδοικε MaU | ἡδίων, ὧς] ἢ δίωνος Ath 9 αἰσχρὰν post σωτηρίαν in marg inser Ma 10 σωτηρίαν Β sed σωτη in ras m 2 | ἀνδρείαν U | ἐν om Mor 12 τῷ] τὸ MaAth Mor 16 εἱλικρινῆ MaB 18 νοοῦσι Ma 20 στόλον μὲν <νεῶν>? cf. Thuc. l 31,1 21 νέους εἰς scripsi ἐνεὶς CAAth Mor Re ἐνιεὶς MaUVaB εἰς auctore Re Rog 22 μὲν om C 23 πλημελοῦντας MaB)
πό- σους | οἴεσθε διὰ τοῦτον ἀμελήσαντας ἂν υἱέων R III 62 ἐπιμεμελῆσθαι; πόσους πολεμήσαντας ἂν ἀδελφοῖς οὐ τολμῆσαι; πόσους κακώσαντας <ἂν> γονεῖς τεθεραπευ- κεναὶ; πρὸ γὰρ τῶν δικαστηρίων ἐφοβοῦντο τὰς ἐπι- τιμήσεις Σωκράτους εἰδότες ὅτι κατήγορον μὲν ἔνι ἐκ- πρίασθαι, λογιστὴν δὲ τοιοῦτον καὶ τῶν δικαίων φύ- λακα τῶν ἀμηχάνων διαφυγεῖν ἢ πεῖσαι σιγᾶν. διὰ τοῦτ’ οὖν ἀποθανεῖται καὶ δώσει δίκην, ὅτι βελτίους ἐν οἶς ἔδακνε καθίστη;
καὶ τῶν μὲν παρ’ ἐκείνου λόγων ἀπαλλαγῆναι ζητεῖτε, τὸν δὲ ἐπὶ τούτοις ἐσό- μενον οὐ δεδοίκατε λόγον, ὅτι Ἀθηναῖοι βουλόμενοι περὶ πάντα μᾶλλον ἢ τὰς ψυχὰς ἐσπουδακέναι καὶ πλουτεῖν μετ’ ἀφροσύνης πολίτην τινὰ αὑτῶν ταῦτα οὐκ ἐπιτρέποντα, ἀλλ’ αἰσχυνόμενον καὶ λυπούμενον καὶ προσιόντα καὶ νουθετοῦντα <καὶ> κοινόν τινα πάντων ἐπιμελητὴν περινοστοῦντα, καθάπερ τινὰ πολέ- μιον τῶν πολλάκις δῃωσάντων τὴν χώραν, ἀπέκτειναν οὐ βίον, οὐ λόγους, οὐ πράξεις, οὐκ αὐτὸ τὸ γῆρας αἰδεσθέντες; μικρὰν οἴεσθε ταῦτ’ εἶναι βλάβην; ἢ [*](2 cf. p. 24, 12) [*](2 λειτουργίαν ἤδη λειτουργῶν Re Rog 3 τούτων Mor 4 ἐπιμελεῖσθαι MaB Mor 5 τετολμηκέναι? | ἂν inserui auc- tore Re cum Rog om libri Mor Re 7 ἐκπρίασθαι scripsi auctore Cobeto Mnem. III 156 cum Rog coll Lys. p. 159, 20 καὶ πρίασθαι (πριᾶσθαι CA) libri Mor Re 9 διατοῦτ᾿ Ma διατοῦτο Β 10 οὖν om Β 12 δ’ CMaVa Ke Rog 13 οὐκ ἐδεδοίκατε Ma sed οὐκ ins m 2 15 μὲν μετ’ Mor | αὐτῶν scripsi cum Rog αὐτῶν libri Mor Re 16 αἰσχυνόμενον scripsi αἰσθανόμενον (αἰσθόμενον Ma) libri edd 17 καὶ inserui auc- tore Gasda cum Rog om libri Mor Re 20 λόγον UVaB Mor) [*](21 αἰδεσθέντας C | signum interrogationis posui cum Mor, punctum libri Re Rog | ταύτην Cobet LIBANIUS ed. Foerster. V. 8)