Declamatio 1
Libanius
Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
μεγάλοι μὲν οὖν αὐτὸν ἐν Ἅιδου περιμένουσι μισθοὶ βίου σώφρονος καὶ κοσμίου, λαβέτω δὲ καὶ παρ’ ὑμῶν, ὦ Ἀθηναῖοι, τοὺς ὀφειλομένους, ὅτι πένης ἄνθρωπος γυναικὶ συνοι- κῶν, παιδία τρέφων, ἐπὶ μὲν τὸ συλλέγειν ἀργύριον καὶ δι᾿ ὧν ἂν ὑπῆρχε τρυφᾶν οὐκ ἐτράπετο, διδάξας δὲ τοὺς ἔνδον ἀνέχεσθαι τῆς τύχης κοινὸς ἐπίτροπος περιῄει τῶν πολιτῶν ζητῶν καὶ πυνθανόμενος, εἰ· τῳ παῖς ὑπὸ μέθης ἢ κύβων ἤ τινος ἄλλου διέφθαρται κακοῦ, καταβοῶν πατέρων ῥᾳθυμούντων, ἐπεγείρων στρατηγοὺς καθεύδοντας, ἐνάγων εἰς φροντίδας ῥήτο- ρας, λυπῶν λύπην τὴν λυσιτελοῦσαν. ἐώρα γὰρ καὶ τοὺς ἰατροὺς ταύτην ἰόντας.
τούτων ἦν μιμητὴς περὶ τὸ βέλτιον μέρος. οἱ μὲν γὰρ τοῖς σώμασι βοη- θοῦσιν, ὁ δὲ τὴν ψυχὴν ἐπηνώρθου. τοῖς μὲν οὖν τὸ φαυλότερον ἰωμένοις ἔχετε χάριν, καὶ καλῶς ποιεῖτε, τὸν δ’ ὑπὲρ τοῦ τιμιωτέρου πεπονηκότα ἀποκτενεῖτε; καὶ τοῦτο λήψεται μισθόν, ὅτι πάντας Ἀθηναίους ἐβούλετο καλοὺς κἀγαθοὺς εἶναι; καὶ | ὁ μὲν [*](R III 61) [*](15 Plat. Prot. p. 340 E 22 Plat. apol. p. 30 A sq.) [*](2 τὴν τοῦ σωκράτους Ma | ὀμωμόκατε MaB 4 οὖν om Mor 5 μισθοὶ περιμένουσι UVaB 6 δὴ Β | ὑμῶν Β sed ων in ras m 2 ἡμῶν Mor | θεοί Ath 8 τῶ Ma 11 ἐπῄει Ath | τις Mor 12 ἢ] καὶ AthUVaB 14 στρατοὺς Mor στρα- τούς, στρατηγοὺς καθεύδοντας ἐνάγων εἰς φροντίδας, ῥήτορας λυπῶν coni Re, cui oblocutus est Iacobs Lect 203 15 τὴν λύπην τὴν Rog | τινα? 17 βέλτιστον VaB 18 οἱ et ἐπην- ώρθουν Ma 20 τιμιωτάτου Mor | ἀποκτενεῖτε scripsi auc- tore Cobeto Mnem. III 156 cum Rog ἀποκτείνετε libri Mor Re)
κλαύσατε, παιδία δυστυχῆ. κλαῦσον, Ξανθίππη ταλαίπωρε. Σωκράτης μὲν οὐδέποτε τοῦτο ποιήσει, θαρρεῖ γὰρ τὴν τελευτὴν καὶ τὴν ἀποδημίαν οὐ δέδοικεν. πολὺ γὰρ τῶν ἐνταῦθα τόπων ἡδίων, ὧς λόγος, ὁ τοῖς δικαίοις ἡτοιμασμένος. οὔκουν αἰσχρὰν ζητήσει σωτηρίαν οὐδὲ τὴν μελετηθεῖσαν ἀνδρίαν ἐν τῷ δικαστηρίῳ καταλύσει νομίζων ἀμφοτέροις αἰσχρὰν εἶναι τὴν ἱκετείαν, καὶ αὑτῷ καὶ τῇ πόλει, τῷ τὸν δο- κοῦντα σοφὸν ὧσπέρ τινα βάρβαρον φρίττειν τὸν θάνατον. ἀλλ’ ὑμεῖς δεήθητε τῶν δικαστῶν, ἀντιβο- λήσατε, δακρύσατε.