Oratio 64

Libanius

Libanius, Oratio 64, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

καὶ μήν, εἰ μὲν οἶς ὁρῶμεν ὁμοιούμεθα, πῶς οὐχὶ καὶ παρ’ ἐκείνων τοῦτο δεδέγμεθα; εἰ δ’ οὐδὲν ἐκεῖθεν εἰς τοὺς θεατὰς ἐρρύηκεν, οὐδὲ παρά τῶν ὀρχουμένων εἰκός. ἢ τὰ μὲν τούτων | κρατεῖ τῶν ψυχῶν , τὰ δὲ ἐκείνων οὐ [*](R III 371) ταὐτὸν ποιεῖ; πῶς οὖν οὐ διαλέγῃ τοῖς Ἕλλησι μὴ εἶναι πυγμήν, μὴ εἶναι παγκράτιον, καθαρεύειν τοὺς γυμνικοὺς ἀγῶνας ἀθλητῶν, εἰ τοὺς θεωμένους ποι- οῦσιν ἀγριωτέρους; ὅτι τὸν ἐντυχόντα παίειν φύσεως ἐστιν ἀγριωτέρας, οὐ λύμη τρόπων ἐκ τῶν ἀγώνων γεγενημένη, ταὐτὸ δὴ καὶ περὶ τῶν ἐκλελυμένων μένων δο- κείτω περὶ τὴν φύσιν αὐτούς οὐκ εὐτυχεῖν, οὐκ ἐκ τῆς θέας τῶν ὀρχηστῶν εἰς τὴν φύσιν βεβλάφθαι.

62. Βλαβερά, φησί, τὰ νεύματα. δηλαδὴ τὰ τοῖς τῶν γυναικῶν ἐοικότα. δεῖ γάρ αὐτούς, εἰ μέλ- λοῦσιν εὐδοκιμεῖν, μιμεῖσθαι, τὸ δὲ μιμεῖσθαι κα- λῶς τοῦτο ἔστι δήπου τῆς ἀληθείας ὅτι ἐγγυτάτω γενέσθαι. οὐκοῦν, ἅ παρὰ τούτοις ἔστιν ἰδεῖν ἐν ἡμέρας μικρῷ μέρει κατὰ μίμησιν, ταῦθ’ ἡμῖν συν- [*](1 ἐνίδεν τί Va sed ί ία εῖ corr m 3 | τοιοῦτον Β et γρ in marg Ma 2 | αὐτῷ MoPMaVa sed ’ in ‘ corr Ma 2 Va 3, Mor) [*](2 οἴοις BV | ὁμοιούμεθα Μα sed ὁ in ras m 2, Cl sed ο(1) in ω corr 5 δ’ Va Re 6 ταὐτὸ Va | διαλέγει Va) [*](8 εἰ scripsi e PaVVa et marg M 2 οἱ Μο Mor οἳ reli- qui libri edd 9 τὸ MaCl | ἐντυχόντα Re εὐτυχοῦντα Ρα MaClBVVa οὐκ εὐτυχοῦντα MoPU οὐκ ἐντυχότα (sic) Mor sed γρ εὐτυχοῦντα in marg 10 ἐστιν inserui e MaClBVVa om reliqui libri edd | ἀγρίας PaMaClBVVa 11 δὲ Re | δοκείτω scripsi e PaVVa auctore Re Anim δοκεῖ τὸ reliqui libri edd 12 παρά Μα sed ερὶ suprascr m 2, Cl | αὐτούς Re αὐτ(??) Cl sed eras αὐτοῦ reliqui libri edd 15 τοῖς inser Ma 2 | τῶν om Cl 17 ἐστὶν Va 18 παρά τούτοις Μα sed περὶ τούτους suprascr m 2 | τούτων Ρα 19 μικρῷ scripsi e Ρ sed κ in ras m 2, PaUMMaClBVVa σμικρῷ Μο edd)

460
εχῶς ἐπὶ τῆς ἀληθείας διὰ παντὸς ὁρᾶται τοῦ χρό- νου. πᾶσα γοῦν οἰκία γυναικῶν πλήρης, εἰ δὲ γυ- ναικῶν, καὶ νευμάτων. τοῖς γὰρ ἔργοις, οἶμαι, καὶ τὸ νεύειν ἀναμέμικται. καὶ γάρ προστάττουσα καὶ δεο- μένη καὶ ὑπισχνουμένη καὶ φοβουμένη καὶ λοιδοροῦσα καὶ διά πάντων ἰοῦσα νῦν μὲν μετὰ νευμάτων φθέγ- ξεται, νῦν δὲ καὶ χωρὶς λόγων νεύσει. τοῖς δὲ ἀν- δράσιν οὐκ ἔστι μὴ ταῦτα ὁρᾶν οἶς ἀνάγκη συνεῖναι. ἀλλ’ ὅσοις ὀφθαλμοί, πάντως καὶ θέα γυναικείων νευ- μάτων.

ἆρ’ οὖν ἄπαντες διεφθάρμεθα τοῖς τῶν γυναικῶν νεύμασι καὶ κέρδος ἂν ἣν ἀπεζεῦχθαι μη- τρός, ἀδελφῆς, θυγατρός, θεραπαινῶν καὶ συγκλείειν τἀς ὄψεις, εἴ που φανεῖεν. εἰ γὰρ ὃ πολλῷ λείπεται [*](R III 372) τῆς ἀληθείας, | ἡ μίμησις, ἱκανὸν διαφθεῖραι, πῶς εἰς αὐτήν γε τὴν ἀλήθειαν βλέποντας ἰνὶ σωθῆναι; ὥσπερ γάρ εἰς παίδευσιν πολεμικῶν ἰσχυρότερον αὐ- τὰς ὁρᾶν τὰς μάχας ἢ ταῖς εἰκόσιν ὁμιλεῖν αἳ τῶν πε- πραγμένων ἔχουσιν εἴδωλα, οὕτως εἰ τὸ γυναικεῖον νεῦμα βλαβερόν, βλαβερώτερον τὸ παρὰ τῆς χρείας κινούμενον τοῦ πρὸς παιδιὰν πλαττομένου. σὺ δ’ ἐκεῖνα μὲν οὐ φοβῇ, τούτοις δὲ ὧς ζημιοῦσι πολεμεῖς.

καὶ μή με οἴου λέγειν, ὡς οὐκ ἤδη τις γυναιξὶ [*](1 διαπαντὸς MoMaBVa 2 γ’ οὑν Va | πλήρης Ρ sed η (2) in ras m 4 6 μὲν om Mor | φθέγγεται Μα 7 νεύει Va 8 ἔστιν Va | συνοικεῖν Μ 9 ὅσοις scripsi e PaU MMaClV auctore Re ὅσοι reliqui libri edd 10 ἂρ’ Va 11 ἂν om Β 13 φανεῖεν Β sed γρ φθάνοιεν in marg | ὃ cum ras 1 litt Va εἰ καὶ Β γρ εἰ γάρ πολλῶ λειπομένη in marg Ma 2 15 τε Β 17 αἵ inser Va 2 18 ἔχουσιν εἴδωλα in ras Va 2 19 νεῦμα reposui e MoPUMMaClBVVa βλέμμα Ρα et in marg Μο edd 20 παιδιάν Μα sed δεί in marg m 2 | πλαττομένου scripsi e MoPaMMaClBVVa πραττομένου reliqui libri edd 22 ᾔδη Μα sed iota subscri m 2 et η (2) in ras 2—3 litt m 2 | τίς MaClBVa γυναιξὶν Cl)

461
προσέχων τὸν νοῦν ἀνεφάνη γυναικίας, ὃς καὶ παρὰ τῶν ὀρχηστῶν ἴσως ἂν εἰσεδέξατο βλάβην. ἀλλ’ οὔτε γυναῖκας ἐξαλείψομεν , εἴ τις ὢν κακὸς τοῖς ἐκείνων προσεχώρησε τρόποις κακίας τε τῶν ὀρχηστῶν οὐ ποιησόμεθα σύμβολον τό τινα τῶν θεατῶν φανῆναι χείρω. ἀλλὰ μὴν ἔν γε τοῖς ἄρτι ῥηθεῖσιν ἐδείκνυτο λογισμοῖς, ὧς ἔστιν ἐν ὀρχησταῖς σωφρονεῖν. εἰ δὲ τοὺς μιμουμένους αὐτοὺς οὐ πάντως διαφθείρει τὸ μιμεῖσθαι, πῶς ἀνάγκη πᾶσα τὸν θεατὴν διαφθείρεσθαι;

65. Θαυμάζω δὲ Ἀριστείδου εἰ δι’ ὧν μὲν ᾤετο νευμάτων κακιεῖν τὴν ὄρχησιν ὡς βλαβερὸν ὀξέως εἶδεν, ἃ δὲ τούτοις ἣν ἐναντίως ἔχοντα, ταῦτα ἰδεῖν οὐκ ἐβουλήθη, καὶ ταῦτα ἐπὶ τῆς αὐτῆς ἡμέρας, μᾶλλον δὲ ἐν ὥρας ἐλαχίστῳ μέρει καὶ τούτων κἀκείνων γιγνο- μένων. τί δέ ἐστιν, ὅ φημι;

εἰ μὲν ὅσα γυναι- κείου σχήματος, ταῦτα ἡ ὄρχησις ἀπολαβοῦσα καὶ τά τοῖς ἀνδράσι προσήκοντα φυγοῦσα καθάπαξ ἐπὶ τού- των ἐποιεῖτο τὴν διατριβὴν καὶ τοῦτο ἦν ἡ τέχνη, γυναικῶν μίμησις, οὐδ’ οὕτω μὲν ἂν διέφθειρε γεν- ναίαν φύσιν, ἴσως δ’ ἂν εἰκότως ἐπετιμᾶτο τὸ μὴ τὴν [*](1 cf. Suid. s. ν. Κλεόκριτος 18 [Luc.] salt. 28) [*](4 προσεχώρησεν Va παρεχώρησε MaCl | κακίας scripsi coll. Dem. p. 191, 22 τοῦτο ποιεῖσθαι σύμβολον τῆς αὐτῶν σω- τηρίας καὶ κατά Va κατά reliqui libri edd sed κακίας ante σύμβολον inser coni Re 5 ποιήσομεν MaCl | σύμβολον Ma sed o (1)in ras 2 litt m 2 σύμβουλον οἱ 6 ἐδείκνυτο repo- sui e libris ἐνδείκνυτο Μο) ἐνεδείκνυτο edd 10 Ἀριστείδου scripsi e MaClBVVa ἀριστείδην reliqui libri edd | εἰ om Va | ὡστὸ Va 11 νεῦμα τῶ Va 12 τούτοις Ma sed ι in ras m 2 13 ἐβουλήθη Μ sed ἡ supra ἑ m 2 14 γινο- μένων MoMBV Mor 15 δ’ Re | γυναικίου γυναικίου Μα κίου in ras m 2 20 ἐπετιμᾶτο εἰκότως Re | τῷ Μα sed e τὸ corr, Cl fortasse recte om Μ)

462
μίμησιν ἑκατέραν ἐν τῇ τέχνῃ συλλαβεῖν, ἐν ᾧ κἂν τὸ τῆς ψυχαγωγίας πλέον καὶ τὸ μὴ δοκεῖν ἀτιμάζεσθαι τὸ τῶν ἀνδρῶν γένος ἦν· εἰ δὲ δείκνυσι νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα καὶ πυκνὴ μετάστασις ἐφ’ ἐκά- [*](R III 378) τερον καὶ πρὶν δεῖξαι | τὴν γυναῖκα καθαρῶς, ἀπεπήδησεν εἰς ἄνδρα , τί τέμνων δίχα τὴν ὄρχησιν καὶ τὰ μὲν παραλείπων, τὰ δὲ προφέρων διορύττεις τὸ πρᾶγμα;