Oratio 63
Libanius
Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ἐρώτα ὃ τὸν Ἀχιλλέα καὶ κλαίειν ἐποίει καὶ καθ- εύδειν οὐκ εἴα. οὐ γὰρ τὸ γένος αὐτὸν εἰσῄει τοῦ τεθνεῶτος, ἀλλὰ πλοῖά τε καὶ πόλεμοι, ἃ μετ' ἀλλήλων διήνεγκαν πλέοντές τε καὶ πόλεις κενοῦντες. οὗτοι δὲ οὐ συνέπλευσαν μὲν οὐδὲ συνεπολέμησαν, οὐ γὰρ ἣν τὸ ἀναγκάζον, ἀλλ’ ὁ μέν αὐτῷ τὸν οἶκον ἐταμίευε, πρᾶγμα ἐπίπονον, ὁ δ’ οὐ μικρὸν ἀφίστατο ποιῶν τὸ κελευόμενον καὶ τοῖς νεύμασιν ὑπακούων ὀξέως μο- νονοὺ συμπεφυκὼς <οὐδὲ> a νυκτὸς ἠνιᾶτο τε καὶ τὸ λυποῦν ἐλαύνων καὶ παρακαθήμενος καὶ ἰώμενος, ἀντὶ τοῦ καθεύδειν ἐκτεταμένος.
ὥστε εἰ καὶ τοῦ παντὸς ἐπεποιήκει κυρίους, εἰκότως ἂν ἐθαυμάζετο. παντὸς γὰρ αἵματος ὁ τρόπος ἰσχυρότερον πρὸς ἀγάπην. φιλῶν μὲν γὰρ οὐδεὶς τὸν φιλούμενον ἂν καταβλάψαι, χεὶρ δὲ πατρὸς ἤδη παῖδα ἀπέκτεινε [*](6 II. ω 3 sq. 11 Dem. c. Aph. Ι ρ. 818,8) [*](2 εἴ γέ τις scripsi εἴτε τὶς Β Sieb 9 τε scripsi γε Β Sieb | οὗτοι scripsi αὐτοὶ Β Sieb 11 ἐταμίευε scripsi ἐβάδιζε Β Sieb qui ἐκόμιζε coni 12 ἐπίπονον re- posui e Β ἐπὶ πόνον Sieb | ὁ δ’ scripsi ὅδ' Β ὁδ Sieb 14 οὐδὲ inserui lac 5 litt Β Sieb qui ἡμέρας τε καὶ supplendum coni 18 παντὸς — 399,1 πατέρα omissa γὰρ particula citat Macar (ed. Villoison Anecd. t. II ρ. 16 = t. | praef. p. XXX R) 19 πρὸς ἀγάπην reposui e Macar σημεῖον Β Sieb | φιλῶν scripsi φίλων Β Macar Sieb γὰρ inserui e Macar om B Sieb | τὸν Scripsi πρὸς B Macar Sieb 20 ἂν κατα- βλάψαι scripsi coll. t. II 88, 22 ἐγκαταβλάψαι B Macar Sieb ἀπέκτεινε reposui e B Macar ἀπέκτανε Sieb)
30. Καὶ μὴν τά γε τῆς μητρὸς οὕτως ἴσχεν. ἐκείνη τειχίζοντα τὴν οἰκίαν εὑροῦσα τὸν Ὀλύμπιον, Μίκκαλον δὲ οὐ τοιοῦτον, ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν, τῷ μὲν ἔδωκε πλείω, | τῷ δὲ ἐλάττω οὐ συνθήκας Sieb. τινὰς τῇ δόσει προσθεῖσα οὐδὲ ὑβρίσασα τούτῳ τὸν λαβόντα, ἀλλ’ ὅ τι ἂν ἐθέλῃ χρῆσθαι τοῖς δοθεῖσιν ἀφεῖσα. εὔχετο μέντοι τοιοῦτον εἰς τὸν πρεσβύτερον γενέσθαι τὸν νεώτερον, ὡς ταῖς τιμαῖς αὀτοῦ <μείζω> ποιῆσαι τἀκείνου.