Oratio 63
Libanius
Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
οὕτω δὲ τῶν αὑτῶν ἀμελήσαντες καὶ τὸ τοῖς ἐκείνῳ δοκοῦσιν ὑπηρετεῖν ποιησάμενοι βίον καὶ πάντως εἰς Ὀλύμπιον βλέποντες πάντα μὲν ἀπέκρυψαν τὰ γονέων, πάντα δὲ τά παίδων, πάντα δὲ τά ἀδελφῶν καὶ προσέτι τὰ τῶν οἰκετῶν, ἐκείνων μὲν πλείω κάμνοντες, τῷ δὲ ἑκόντες τὰ τούτων πράττοντες, ἐν ταῖς ἡδοναῖς ταῖς ἐκείνου <μᾶλλον> a ταῖς ἑαυτῶν ἡδόμενοι, ἐν ταῖς εὐχαῖς τἀκείνου τῶν αὑτῶν προτιθέντες.
ταῦτ᾿ οὖν ὁρῶν καὶ ταῦτ’ ἀριθμῶν καὶ τούτοις εὐφραινόμενος καθ’ ἑκάστην ἡμέραν τί ποιήσειν ἔμελλε; διαθήκαις ἀδικήσειν καὶ τῶν <οὐ τὴν> αὐτὴν περὶ αὑτὸν ἐσχηκότων γνώμην ἀτιμοτέρους καταστήσειν; δικαίως μὲν ἂν ἐν ἀχαρίστοις ἐτάττετο τοῖς μέν τούτων πόνοις ῥᾳστώνην αὐτὸς ἐσχηκώς, ἐν δέ τῷ καιρῷ τῶν ἀμοιβῶν ἑκὼν ἀγνοήσας, τίς τίνος δικαιότερος ἔχειν πλέον. οὐ γὰρ γένος ἐν [*](3 τῷ scripsi τὸ Β Sieb | φασί scripsi, ut coni Sieb φησὶ B Sieb 9 ἀποστροφήν scripsi coll. p. 153, 14; t. II 434,20; III 457, 12 ἀποτροφὴν Β Sieb 10 αὑτῶν scripsi αὐτῶν Β Sieb) [*](12 πάντως scripsi πάντες Β Sieb 16 πράττοντες scripsi παριόντες Β Sieb | μᾶλλον inserui 18 αὑτῶν scripsi αὐτῶν Β Sieb 20 διαθήκαις scripsi διαθήκας B Sieb 21 οὐ τὴν inserui | αὐτὸν scripsi αὐτὸν B Sieb)