Oratio 63
Libanius
Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ὁ μὲν οὖν Ὀλύμπιος παῖδα αὑτοῦ νομίζων τὸν ἀδελφὸν νουθεσίαις τε ποιεῖν ἐπειρᾶτο βελ- τίω καὶ δυοῖν ἀρχαῖν ἐκόσμει δι' ἀνδρὸς ὑπάρχου ταῦτα δυνηθείς, ὁ δ’ ἀπαλλαγεὶς τοῦ βουλεύειν καθαρῶς διὰ τῶν ἀρχῶν κακὸς εἰς τὸν εὐεργέτην γίνεται καὶ τῆς ψυχῆς ἐκβαλὼν τὰς χάριτας καὶ οὐδαμοῦ πρὸς αὑτὸν εἰπών, τίς ἀντὶ τίνος διὰ τίνα γέγονε, πολέμιός τε ἣν καὶ ἔβαλλε καὶ ἐτίτρωσκε καὶ οὐδέν ὅ τι οὐκ ἔπραττε [*](1 cf. p. 65, 4; 186, 9; t. III 282, 10; 483, 20 9 cf. ep. 574 | cf. ep. 96) [*](2 υἱέων scripsi ὑέων Β Sieb 5 εἰσάγει scripsi εἰσάγων Β Sieb 10 Μίκκαλον scripsi hic et in sequentibus coll. epp. 96, 97, 149, 160, 558, 616, 664, 665, 1080 Μίκαλλον constanter Β Sieb 13 ὃ τι scripsi ὅτι Β Sieb | ἐθέλῃ scripsi ἐθέλοι B Sieb 15 μείζω inserui 16 οὑν inserui e Β om Sieb | αὑτοῦ scripsi αὐτοῦ Β Sieb 19 ὁ δ’ scripsi ὅδ' B Sieb 21 αὑ- τὸν reposui e Β αὐτὸν Sieb 23 ὅ τι scripsi ὅτι Β Sieb)
καὶ μείζω γε τὴν ὕβριν ἐποίει τὸ μηδέ ἐν παρα- βύστῳ γίνεσθαι τὰς ἀπειλάς, ἀλλ’ ἐν πολλῷ τῷ φωτὶ καὶ τοῖς ἀπάντων ὠσίν. ὑφ' ὧν Ὀλύμπιος εἰκότως ἐδάκνετο τὴν ψυχὴν καὶ ἐδεδίει τὸ μέλλον καὶ εἶναι πρὸς Μίκκαλον Ὀλύμπιος ἐκωλύετο πολλῶν τῶν μη- νυόντων ὄντων ἀπὸ παντὸς χωρίου, ὅτι Μίκκαλος ἐκεῖνος ἓν ἔργον ἔχει, τοὺς κατ’ Ὀλυμπίου λόγους, πολλούς δὲ τῶν παρόντων οὐ φέροντας τοὺς μέν ἀπο- πηδᾶν, τοὺς δὲ μένοντας ἀμύνεσθαι.