Oratio 63
Libanius
Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καὶ περὶ ἑτέρων δὲ ἐν ἀρχαῖς ὄντων ταὐτὰ λέγοντες οἱ φάσκοντες ἐκείνοις εἶναι φίλοι ταὐτά με καὶ περὶ ἐκείνων ἀναγκάζουσι λέγειν, ὡς μετὰ δωροδοκίας διὰ τῶν πολλῶν ἦλθον ἀρχῶν ἐν μὲν τῷ δικάζειν ὑπέρ τοῦ τι δεῖν λαβεῖν <ὄντες>, α δέ λαμβάνοντες.
ἐγὼ δέ ἡγοῦμαι οὐδεμίαν γεγε- νῆσθαι τοιαύτην ὑπόσχεσιν οὐδὲ ἐψεῦσθαι τὸν ἄνθρω- πον. εἰ δ’ οὖν καὶ σφόδρα τοῦθ’ οὕτως ἔχοι, συγγνοίην ὅ ἂν τῷ τοὺς κακοὺς ἄρχοντας ἐξηπατηκότι, οὐ γὰρ οὐ- δαμῶς ἄλλως ἣν τῶν δικαίων τυχεῖν ἢ τὰς περιουσίας ἐλπίδας ὑποτείναντι. φενακισμὸν ἀπῄτει τὸ πρᾶγμα [*](Sieb. 84) καὶ τὸν δελεάσοντα κεναῖς ἐλπίσιν | ἢ κακῶς εἶχε τὰ αὑτοῦ διακεῖσθαι. οὐδὲ γὰρ ἰνὶ τὰς δίκας διαβαλεῖν [*](1 ἦν reposui e Β ἦ Sieb 4 τε νόμων scripsi γενομένων Β Sieb 6 ὃς scripsi ὡς Β Sieb | νῦν et 7 τοῖς inserui e Β om Sieb 7 δὴ Sieb δέ Β 9 num ἐξομοσάντων? cf tit. Delph. Bull. de Corr. Hell. XXXI 47, 28 10 τετιμωρημένων?) [*](13 et 14 ταὐτὰ scripsi ταῦτα Β Sieb τί Β | ὄντες inserui 19 ἔχοι scripsi ἔχει Β Sieb 21 περιουσίας scripsi περὶ οὐσίας Β Sieb 23 δελεάσοντα scripsi δελεάσαντα Β Sieb | κακῶς scripsi καλῶς Β Sieb 24 αὐτοῦ scripsi αὐτοῦ B Sieb | ἐνὶ reposui e Β ἐνὶ Sieb)
25. Ἀλλὰ πρὸς τῷ, φασί, μὴ φυλάξαι τὰ πρὸς ἐκείνους ἡμάρτανεν ἀναξίοις τισὶν ὡς πλεῖστα διδούς. καὶ λέγουσι δὴ τὸν δεῖνα καὶ τὸν δεῖνα. οἷς εἰ καὶ τρὶς τοσαῦτα ἐδεδώκει, τὰ δίκαια ἂν ἐποίει, τὰ γὰρ ὀφειλόμενα ἂν ἐδίδου. τίς γὰρ οὐκ οἶδε τώδε τὼ ἄνδρε λιμένας Ὀλυμπίῳ γεγενημένους, ἀποστροφήν, παραμυθίαν, παραψυχήν, ἀφορμὴν εὐ- θυμίας, λύπης φάρμακον;