Oratio 63
Libanius
Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
οὐχ ὁ μὲν νέος καὶ λαμπρὸς καὶ τῷ δύνασθαι διασύρειν ἑτέρους καὶ] φοβερὸς καὶ δυσπολέμητος καὶ τρέπεσθαι μᾶλλον εἰωθὼς ἢ τοῦτο πάσχειν, τὰ δ’ ὑμέτερα μεγάλα μὲν καὶ αὐτά, τῶν ἐκείνου δὲ ἥττω; πῶς οὖν παρ’ ὑμῶν μέν ὑποσχέσεις οὔτε μείζους οὔτ’ ἐλάττους ἤσαν ἐκείνῳ, παρ’ ἐκείνου δὲ ὑμῖν | τη- [*](Sieb. 83) λικαῦτα; ἀλλ’ οὐ τὸ πᾶν, μέρος δὲ τρίτον ἢ τέταρτον. οὐκοῦν καὶ οὕτω μεγάλα καὶ λόγον οὐκ ἔχοντα.
21. Οὐ τοίνυν οὐδὲ πρὸς τὸν ἄρχοντα νῦν ἡμῶν εἰπεῖν τι φαίνεταί μοι τοιοῦτον δίκαιόν τε εἰδὼς ἐκεῖνον ὄντα καὶ ὡς αὐτὸς μετά τῆς τῶν δικαίων ἀγωνιεῖται μοίρας καὶ ὡς οὐδὲν ἂν δέοι πρός γε τοιοῦτον τόπον ὑπὲρ χρημάτων βομβεῖν μέλλοντά γε ἀνύσειν οὐδέν. [*](6 Plat. Gorg. p. 512 B 26 Plat. rep. VIII p. 564 D; Crit. p. 54 D) [*](1 ἔχουσιν Sieb 2 ἑαυτοῖς reposui e Β αὐτοῖς Sieb 4 ὑμῖν reposui e Β coll. t. III 370, 22 R sed fortasse etiam ἐν anteponendum ὑμῶν Sieb 6 καταστρώσειν? cf. Ken Cyr. III 3, 64; Her. VIII 53, 2 8 μὴ ταῦτα, τίνος scripsi μὴ τίνος (τινὸς α Sieb) ταῦτα Β Sieb 14 καὶ cancellavi 23 τί B)
εἰ δ’ ὄντως ἐφθέγξατο τοιοῦτον, καὶ ὃς ἀκούσας ἠνέσχετο, καὶ νῦν ἐπὶ μικροῖς τοῖς δεδομένοις ἀγανακτεῖ, κηρύττει δὴ πρὸς ἅπαντας, ὅτι τούτων οὐδὲν ἐγὼ διαφέρω τῶν ὑπ’ ἐμοῦ κατεψηφισμένων καὶ ἐξεμεσάντων καὶ τιμωρίᾳ τιμωρουμένων, ἀλλ’ εἰκότως ἂν μετ' αὐτῶν δί- κην διδοὺς λαμβάνω γνώμῃ μὲν ἴσος ὤν, τῇ τύχῃ δὲ βελτίων.