Oratio 63
Libanius
Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καὶ ταῦτα καὶ ἔτι πλείω τούτων τόν τε ἄλλον ἦν χρόνον καὶ τοῦ νοσήματος ἄγχοντος καὶ ἄρτι τὴν ψυχὴν ἀφέντος καὶ μέχρι τῆς ὑπὸ τῷ δεσμῷ διαθήκης, αὐτὸν γάρ ἕκαστος ἐποίει ταῖς ἐλπίσι κληρονόμον, τῆς μαχαίρας δέ τὰ συνέχοντα τεμούσης καὶ τὰς σφραγῖδας ἀνελούσης καὶ πάντα εἰς φῶς ἀναγούσης καὶ τῶν ἐν τῷ κερδαίνειν ζώντων ἕτερα μὲν προσδοκησάντων, ἕτερα δὲ ὁρώντων, ὀστράκου, φασί, μεταπεσόντος ὁ λυμεών, ὁ ψεύστης, ὁ ἐπίορκος, ὁ καταποντι- στῆς, ὁ τοιχωρύχος, ὁ τῷ δικαίῳ πολέμιος, ὁ μήτε ἀνθρώπους φοβούμενος μήτε τοὺς θεοὺς αἰδούμενος.
ὁ αὐτὸς οὑν ἄνθρωπος καὶ πονηρὸς καὶ χρηστὸς καὶ θεοῖς ἐχθρὸς <καὶ φίλος> καὶ στε- [*](Sieb. 82) φανὼν ἄξιος καὶ τιμωρίας | τῆς διαθήκης ἑκά- τερον ποιούσης, τὸ μὲν πρὶν ἢ φανῆναι, τὸ δὲ φα- νείσης. καὶ βοῶσιν οἶ πρόσθεν ὑπιόντες αὐτόν, ὡς οὐδὲ ταφῆς ἄξιος ἣν τυχεῖν, εἰδότες ὡς πάντων ἀν- θρώπῳ ῥᾷστον ζῶντι τὸν οὐ ζῶντα προπηλακίσαι. πάντως δέ ὁρῶμεν οἷα πάσχουσιν οἱ νεκροὶ παρὰ τῶν ἐκ τάφων ἀξιούντων εὐπορεῖν. εἰ δέ τις αὐτὸν ἐξαί- φνης ἀνέστησε θεῶν ὥσπερ οὖς ἀκούομεν, ἐξέπεσον ἂν αἰ καρδίαι τοῖς ὑβρισταῖς τούτοις καὶ πάντα φθεγ- γομένοις καὶ πάλιν ἂν ἥπτοντο τῶν χειρῶν, ἴσως δ’ [*](8 cf. ad t. III 38, 2 9 cf. t. III 26, 17 21 cf. t. II 77, 21) [*](1 τόν τε ἄλλον ἣν χρόνον repsui e Β τῶν τε ἄλλων ἦν χρόνων Sieb 5 τεμούσης scripsi τεκούσης Β Sieb 6 ἀνα- γαγούσης? 8 φασί scripsi coll. t. III 33, 2 φησὶ Β Sieb 13 καὶ φίλος inserui καὶ εὐσεβὴς inser coni Sieb 14 ἑκάτερον reposui e Β ἑκατέρως Sieb 17 ἄξιος scripsi ἄξιον Β Sieb | ἀνθρώπῳ— 18 προπηλακίσαι citat Macar (ed. Villois. Anecd. t. II Ρ. 16= t. Ι praef. p. XXX R) | πάντων ἀνθρώπῳ ῥᾷστον scripsi κάντων ἀνθρώπων ῥᾷον B Sieb ἀνθρώπῳ παντἱ ῥᾷστον Macar)
19. Ὑπισχνεῖτο γὰρ ἡμῶν ἑκάστῳ τὸν κλῆρον, φασί. κατὰ ποίαν ἀνάγκην; τίνα μὲν ὑμῖν ἐνορῶν ἰσχύν, τίνα δὲ ἀσθένειαν ἐν ἑαυτῷ; τίνας μέλλων δι’ ὑμῶν δυσμενεῖς καταχώσειν; ποῖον αὑτῷ χρυσίον αὐ- ξήσειν; ποῖον ἀργύριον; ποίαν γῆν; ποίους ἀγρούς; εἰ δὲ μὴ ταῦτα, τίνος κινδύνου λύσιν ὠνούμενος; γραφήν τις ἀπήνεγκε κατ’ αὐτοῦ τὸν βασιλέως οἶκον ἀδικεῖν, καὶ τὰ τῶν ἐλέγχων ἐγγὺς καὶ ἡ τιμὴ θά- νατος καὶ ὑμῶν ἦν τὸ σβέσαι μόνων καὶ μισθὸν ἔδει τὸν κλῆρον εἶναι μέλλοντα αὐτῷ τὴν σωτηρίαν οἴσειν ;