Oratio 63

Libanius

Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ὁ αὐτὸς οὑν ἄνθρωπος καὶ πονηρὸς καὶ χρηστὸς καὶ θεοῖς ἐχθρὸς <καὶ φίλος> καὶ στε- [*](Sieb. 82) φανὼν ἄξιος καὶ τιμωρίας | τῆς διαθήκης ἑκά- τερον ποιούσης, τὸ μὲν πρὶν ἢ φανῆναι, τὸ δὲ φα- νείσης. καὶ βοῶσιν οἶ πρόσθεν ὑπιόντες αὐτόν, ὡς οὐδὲ ταφῆς ἄξιος ἣν τυχεῖν, εἰδότες ὡς πάντων ἀν- θρώπῳ ῥᾷστον ζῶντι τὸν οὐ ζῶντα προπηλακίσαι. πάντως δέ ὁρῶμεν οἷα πάσχουσιν οἱ νεκροὶ παρὰ τῶν ἐκ τάφων ἀξιούντων εὐπορεῖν. εἰ δέ τις αὐτὸν ἐξαί- φνης ἀνέστησε θεῶν ὥσπερ οὖς ἀκούομεν, ἐξέπεσον ἂν αἰ καρδίαι τοῖς ὑβρισταῖς τούτοις καὶ πάντα φθεγ- γομένοις καὶ πάλιν ἂν ἥπτοντο τῶν χειρῶν, ἴσως δ’ [*](8 cf. ad t. III 38, 2 9 cf. t. III 26, 17 21 cf. t. II 77, 21) [*](1 τόν τε ἄλλον ἣν χρόνον repsui e Β τῶν τε ἄλλων ἦν χρόνων Sieb 5 τεμούσης scripsi τεκούσης Β Sieb 6 ἀνα- γαγούσης? 8 φασί scripsi coll. t. III 33, 2 φησὶ Β Sieb 13 καὶ φίλος inserui καὶ εὐσεβὴς inser coni Sieb 14 ἑκάτερον reposui e Β ἑκατέρως Sieb 17 ἄξιος scripsi ἄξιον Β Sieb | ἀνθρώπῳ— 18 προπηλακίσαι citat Macar (ed. Villois. Anecd. t. II Ρ. 16= t. Ι praef. p. XXX R) | πάντων ἀνθρώπῳ ῥᾷστον scripsi κάντων ἀνθρώπων ῥᾷον B Sieb ἀνθρώπῳ παντἱ ῥᾷστον Macar)

395
ἂν καὶ γονάτων. τοσαύτην ἔχουσι πρόνοιαν τοῦ συνά- γειν ἑαυτοῖς.

19. Ὑπισχνεῖτο γὰρ ἡμῶν ἑκάστῳ τὸν κλῆρον, φασί. κατὰ ποίαν ἀνάγκην; τίνα μὲν ὑμῖν ἐνορῶν ἰσχύν, τίνα δὲ ἀσθένειαν ἐν ἑαυτῷ; τίνας μέλλων δι’ ὑμῶν δυσμενεῖς καταχώσειν; ποῖον αὑτῷ χρυσίον αὐ- ξήσειν; ποῖον ἀργύριον; ποίαν γῆν; ποίους ἀγρούς; εἰ δὲ μὴ ταῦτα, τίνος κινδύνου λύσιν ὠνούμενος; γραφήν τις ἀπήνεγκε κατ’ αὐτοῦ τὸν βασιλέως οἶκον ἀδικεῖν, καὶ τὰ τῶν ἐλέγχων ἐγγὺς καὶ ἡ τιμὴ θά- νατος καὶ ὑμῶν ἦν τὸ σβέσαι μόνων καὶ μισθὸν ἔδει τὸν κλῆρον εἶναι μέλλοντα αὐτῷ τὴν σωτηρίαν οἴσειν ;

οὐχ ὁ μὲν νέος καὶ λαμπρὸς καὶ τῷ δύνασθαι διασύρειν ἑτέρους καὶ] φοβερὸς καὶ δυσπολέμητος καὶ τρέπεσθαι μᾶλλον εἰωθὼς ἢ τοῦτο πάσχειν, τὰ δ’ ὑμέτερα μεγάλα μὲν καὶ αὐτά, τῶν ἐκείνου δὲ ἥττω; πῶς οὖν παρ’ ὑμῶν μέν ὑποσχέσεις οὔτε μείζους οὔτ’ ἐλάττους ἤσαν ἐκείνῳ, παρ’ ἐκείνου δὲ ὑμῖν | τη- [*](Sieb. 83) λικαῦτα; ἀλλ’ οὐ τὸ πᾶν, μέρος δὲ τρίτον ἢ τέταρτον. οὐκοῦν καὶ οὕτω μεγάλα καὶ λόγον οὐκ ἔχοντα.

21. Οὐ τοίνυν οὐδὲ πρὸς τὸν ἄρχοντα νῦν ἡμῶν εἰπεῖν τι φαίνεταί μοι τοιοῦτον δίκαιόν τε εἰδὼς ἐκεῖνον ὄντα καὶ ὡς αὐτὸς μετά τῆς τῶν δικαίων ἀγωνιεῖται μοίρας καὶ ὡς οὐδὲν ἂν δέοι πρός γε τοιοῦτον τόπον ὑπὲρ χρημάτων βομβεῖν μέλλοντά γε ἀνύσειν οὐδέν. [*](6 Plat. Gorg. p. 512 B 26 Plat. rep. VIII p. 564 D; Crit. p. 54 D) [*](1 ἔχουσιν Sieb 2 ἑαυτοῖς reposui e Β αὐτοῖς Sieb 4 ὑμῖν reposui e Β coll. t. III 370, 22 R sed fortasse etiam ἐν anteponendum ὑμῶν Sieb 6 καταστρώσειν? cf. Ken Cyr. III 3, 64; Her. VIII 53, 2 8 μὴ ταῦτα, τίνος scripsi μὴ τίνος (τινὸς α Sieb) ταῦτα Β Sieb 14 καὶ cancellavi 23 τί B)

396
ἦν δὲ δήπου καὶ δέος μὴ αὐτὸς μὲν εἴπῃ, ὁ δὲ ἄμα βοῇ λαβόμενος τοῦ τοιαῦτα εἰπόντος καὶ συγκαλέσας τῶν ἐν τῇ πόλει τοὺς γνωριμωτάτους ὑβρίσθαι τε φῇ καὶ ὕβρεως διώκῃ, μᾶλλον δὲ διορυχῆς τῶν τε νόμων καὶ τῶν δικαστηρίων.

εἰ δ’ ὄντως ἐφθέγξατο τοιοῦτον, καὶ ὃς ἀκούσας ἠνέσχετο, καὶ νῦν ἐπὶ μικροῖς τοῖς δεδομένοις ἀγανακτεῖ, κηρύττει δὴ πρὸς ἅπαντας, ὅτι τούτων οὐδὲν ἐγὼ διαφέρω τῶν ὑπ’ ἐμοῦ κατεψηφισμένων καὶ ἐξεμεσάντων καὶ τιμωρίᾳ τιμωρουμένων, ἀλλ’ εἰκότως ἂν μετ' αὐτῶν δί- κην διδοὺς λαμβάνω γνώμῃ μὲν ἴσος ὤν, τῇ τύχῃ δὲ βελτίων.

καὶ περὶ ἑτέρων δὲ ἐν ἀρχαῖς ὄντων ταὐτὰ λέγοντες οἱ φάσκοντες ἐκείνοις εἶναι φίλοι ταὐτά με καὶ περὶ ἐκείνων ἀναγκάζουσι λέγειν, ὡς μετὰ δωροδοκίας διὰ τῶν πολλῶν ἦλθον ἀρχῶν ἐν μὲν τῷ δικάζειν ὑπέρ τοῦ τι δεῖν λαβεῖν <ὄντες>, α δέ λαμβάνοντες.

ἐγὼ δέ ἡγοῦμαι οὐδεμίαν γεγε- νῆσθαι τοιαύτην ὑπόσχεσιν οὐδὲ ἐψεῦσθαι τὸν ἄνθρω- πον. εἰ δ’ οὖν καὶ σφόδρα τοῦθ’ οὕτως ἔχοι, συγγνοίην ὅ ἂν τῷ τοὺς κακοὺς ἄρχοντας ἐξηπατηκότι, οὐ γὰρ οὐ- δαμῶς ἄλλως ἣν τῶν δικαίων τυχεῖν ἢ τὰς περιουσίας ἐλπίδας ὑποτείναντι. φενακισμὸν ἀπῄτει τὸ πρᾶγμα [*](Sieb. 84) καὶ τὸν δελεάσοντα κεναῖς ἐλπίσιν | ἢ κακῶς εἶχε τὰ αὑτοῦ διακεῖσθαι. οὐδὲ γὰρ ἰνὶ τὰς δίκας διαβαλεῖν [*](1 ἦν reposui e Β ἦ Sieb 4 τε νόμων scripsi γενομένων Β Sieb 6 ὃς scripsi ὡς Β Sieb | νῦν et 7 τοῖς inserui e Β om Sieb 7 δὴ Sieb δέ Β 9 num ἐξομοσάντων? cf tit. Delph. Bull. de Corr. Hell. XXXI 47, 28 10 τετιμωρημένων?) [*](13 et 14 ταὐτὰ scripsi ταῦτα Β Sieb τί Β | ὄντες inserui 19 ἔχοι scripsi ἔχει Β Sieb 21 περιουσίας scripsi περὶ οὐσίας Β Sieb 23 δελεάσοντα scripsi δελεάσαντα Β Sieb | κακῶς scripsi καλῶς Β Sieb 24 αὐτοῦ scripsi αὐτοῦ B Sieb | ἐνὶ reposui e Β ἐνὶ Sieb)

397
οὐδὲ ἔργον εἰπεῖν εἷναι τῶν ὑποσχέσεων ἄλλον ἀδι- κηθῆναι.

25. Ἀλλὰ πρὸς τῷ, φασί, μὴ φυλάξαι τὰ πρὸς ἐκείνους ἡμάρτανεν ἀναξίοις τισὶν ὡς πλεῖστα διδούς. καὶ λέγουσι δὴ τὸν δεῖνα καὶ τὸν δεῖνα. οἷς εἰ καὶ τρὶς τοσαῦτα ἐδεδώκει, τὰ δίκαια ἂν ἐποίει, τὰ γὰρ ὀφειλόμενα ἂν ἐδίδου. τίς γὰρ οὐκ οἶδε τώδε τὼ ἄνδρε λιμένας Ὀλυμπίῳ γεγενημένους, ἀποστροφήν, παραμυθίαν, παραψυχήν, ἀφορμὴν εὐ- θυμίας, λύπης φάρμακον;

οὕτω δὲ τῶν αὑτῶν ἀμελήσαντες καὶ τὸ τοῖς ἐκείνῳ δοκοῦσιν ὑπηρετεῖν ποιησάμενοι βίον καὶ πάντως εἰς Ὀλύμπιον βλέποντες πάντα μὲν ἀπέκρυψαν τὰ γονέων, πάντα δὲ τά παίδων, πάντα δὲ τά ἀδελφῶν καὶ προσέτι τὰ τῶν οἰκετῶν, ἐκείνων μὲν πλείω κάμνοντες, τῷ δὲ ἑκόντες τὰ τούτων πράττοντες, ἐν ταῖς ἡδοναῖς ταῖς ἐκείνου <μᾶλλον> a ταῖς ἑαυτῶν ἡδόμενοι, ἐν ταῖς εὐχαῖς τἀκείνου τῶν αὑτῶν προτιθέντες.

ταῦτ᾿ οὖν ὁρῶν καὶ ταῦτ’ ἀριθμῶν καὶ τούτοις εὐφραινόμενος καθ’ ἑκάστην ἡμέραν τί ποιήσειν ἔμελλε; διαθήκαις ἀδικήσειν καὶ τῶν <οὐ τὴν> αὐτὴν περὶ αὑτὸν ἐσχηκότων γνώμην ἀτιμοτέρους καταστήσειν; δικαίως μὲν ἂν ἐν ἀχαρίστοις ἐτάττετο τοῖς μέν τούτων πόνοις ῥᾳστώνην αὐτὸς ἐσχηκώς, ἐν δέ τῷ καιρῷ τῶν ἀμοιβῶν ἑκὼν ἀγνοήσας, τίς τίνος δικαιότερος ἔχειν πλέον. οὐ γὰρ γένος ἐν [*](3 τῷ scripsi τὸ Β Sieb | φασί scripsi, ut coni Sieb φησὶ B Sieb 9 ἀποστροφήν scripsi coll. p. 153, 14; t. II 434,20; III 457, 12 ἀποτροφὴν Β Sieb 10 αὑτῶν scripsi αὐτῶν Β Sieb) [*](12 πάντως scripsi πάντες Β Sieb 16 πράττοντες scripsi παριόντες Β Sieb | μᾶλλον inserui 18 αὑτῶν scripsi αὐτῶν Β Sieb 20 διαθήκαις scripsi διαθήκας B Sieb 21 οὐ τὴν inserui | αὐτὸν scripsi αὐτὸν B Sieb)

398
τοῖς τοιούτοις δεῖ σκοπεῖν, ἀλλά φίλτρον καὶ σπουδὰς καὶ ἀγρυπνίαν καὶ ταλαιπωρίαν, οὐδ’ εἴ γέ τις λαμπρότης ἀπ’ ἀρχῆς τινος ὑπῆρξεν, ἀλλὰ τίς τίνος εὐνούστερος, [*](Sieb. 85) τίς τίνος χρησιμώτερος, | τίς ἐξητάσθη μᾶλλον ἐν κοινωνίᾳ πραγμάτων δοκιμαζόντων καὶ δεικνύντων.

ἐρώτα ὃ τὸν Ἀχιλλέα καὶ κλαίειν ἐποίει καὶ καθ- εύδειν οὐκ εἴα. οὐ γὰρ τὸ γένος αὐτὸν εἰσῄει τοῦ τεθνεῶτος, ἀλλὰ πλοῖά τε καὶ πόλεμοι, ἃ μετ' ἀλλήλων διήνεγκαν πλέοντές τε καὶ πόλεις κενοῦντες. οὗτοι δὲ οὐ συνέπλευσαν μὲν οὐδὲ συνεπολέμησαν, οὐ γὰρ ἣν τὸ ἀναγκάζον, ἀλλ’ ὁ μέν αὐτῷ τὸν οἶκον ἐταμίευε, πρᾶγμα ἐπίπονον, ὁ δ’ οὐ μικρὸν ἀφίστατο ποιῶν τὸ κελευόμενον καὶ τοῖς νεύμασιν ὑπακούων ὀξέως μο- νονοὺ συμπεφυκὼς <οὐδὲ> a νυκτὸς ἠνιᾶτο τε καὶ τὸ λυποῦν ἐλαύνων καὶ παρακαθήμενος καὶ ἰώμενος, ἀντὶ τοῦ καθεύδειν ἐκτεταμένος.

ὥστε εἰ καὶ τοῦ παντὸς ἐπεποιήκει κυρίους, εἰκότως ἂν ἐθαυμάζετο. παντὸς γὰρ αἵματος ὁ τρόπος ἰσχυρότερον πρὸς ἀγάπην. φιλῶν μὲν γὰρ οὐδεὶς τὸν φιλούμενον ἂν καταβλάψαι, χεὶρ δὲ πατρὸς ἤδη παῖδα ἀπέκτεινε [*](6 II. ω 3 sq. 11 Dem. c. Aph. Ι ρ. 818,8) [*](2 εἴ γέ τις scripsi εἴτε τὶς Β Sieb 9 τε scripsi γε Β Sieb | οὗτοι scripsi αὐτοὶ Β Sieb 11 ἐταμίευε scripsi ἐβάδιζε Β Sieb qui ἐκόμιζε coni 12 ἐπίπονον re- posui e Β ἐπὶ πόνον Sieb | ὁ δ’ scripsi ὅδ' Β ὁδ Sieb 14 οὐδὲ inserui lac 5 litt Β Sieb qui ἡμέρας τε καὶ supplendum coni 18 παντὸς — 399,1 πατέρα omissa γὰρ particula citat Macar (ed. Villoison Anecd. t. II ρ. 16 = t. | praef. p. XXX R) 19 πρὸς ἀγάπην reposui e Macar σημεῖον Β Sieb | φιλῶν scripsi φίλων Β Macar Sieb γὰρ inserui e Macar om B Sieb | τὸν Scripsi πρὸς B Macar Sieb 20 ἂν κατα- βλάψαι scripsi coll. t. II 88, 22 ἐγκαταβλάψαι B Macar Sieb ἀπέκτεινε reposui e B Macar ἀπέκτανε Sieb)

399
καὶ ἡ τοῦ παιδὸς τὸν πατέρα. μικρὸν γὰρ λέγειν υἱέων ἀποκηρύξεις καὶ ὅσοι δὴ λιμώττειν γονέας ἠνάγ- κασαν. τῷ δὲ προσήκειν ἐν τοῖς τοιούτοις εἰς ἔργα βλέποντας ποιεῖσθαι τὴν κρίσιν νομοθέτης καὶ δούλων ἀρειὴν εἰς κλῆρον εἰσάγει. οὕτως οὐ πλέον τοῦ δέοντος τῷ δεῖνι δεδωκὼς διελέγχεται μᾶλλον ἢ τοῦ προσήκοντος ἀφελών.

30. Καὶ μὴν τά γε τῆς μητρὸς οὕτως ἴσχεν. ἐκείνη τειχίζοντα τὴν οἰκίαν εὑροῦσα τὸν Ὀλύμπιον, Μίκκαλον δὲ οὐ τοιοῦτον, ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν, τῷ μὲν ἔδωκε πλείω, | τῷ δὲ ἐλάττω οὐ συνθήκας Sieb. τινὰς τῇ δόσει προσθεῖσα οὐδὲ ὑβρίσασα τούτῳ τὸν λαβόντα, ἀλλ’ ὅ τι ἂν ἐθέλῃ χρῆσθαι τοῖς δοθεῖσιν ἀφεῖσα. εὔχετο μέντοι τοιοῦτον εἰς τὸν πρεσβύτερον γενέσθαι τὸν νεώτερον, ὡς ταῖς τιμαῖς αὀτοῦ <μείζω> ποιῆσαι τἀκείνου.