Oratio 63

Libanius

Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ὁ μὲν οὖν Ὀλύμπιος παῖδα αὑτοῦ νομίζων τὸν ἀδελφὸν νουθεσίαις τε ποιεῖν ἐπειρᾶτο βελ- τίω καὶ δυοῖν ἀρχαῖν ἐκόσμει δι' ἀνδρὸς ὑπάρχου ταῦτα δυνηθείς, ὁ δ’ ἀπαλλαγεὶς τοῦ βουλεύειν καθαρῶς διὰ τῶν ἀρχῶν κακὸς εἰς τὸν εὐεργέτην γίνεται καὶ τῆς ψυχῆς ἐκβαλὼν τὰς χάριτας καὶ οὐδαμοῦ πρὸς αὑτὸν εἰπών, τίς ἀντὶ τίνος διὰ τίνα γέγονε, πολέμιός τε ἣν καὶ ἔβαλλε καὶ ἐτίτρωσκε καὶ οὐδέν ὅ τι οὐκ ἔπραττε [*](1 cf. p. 65, 4; 186, 9; t. III 282, 10; 483, 20 9 cf. ep. 574 | cf. ep. 96) [*](2 υἱέων scripsi ὑέων Β Sieb 5 εἰσάγει scripsi εἰσάγων Β Sieb 10 Μίκκαλον scripsi hic et in sequentibus coll. epp. 96, 97, 149, 160, 558, 616, 664, 665, 1080 Μίκαλλον constanter Β Sieb 13 ὃ τι scripsi ὅτι Β Sieb | ἐθέλῃ scripsi ἐθέλοι B Sieb 15 μείζω inserui 16 οὑν inserui e Β om Sieb | αὑτοῦ scripsi αὐτοῦ Β Sieb 19 ὁ δ’ scripsi ὅδ' B Sieb 21 αὑ- τὸν reposui e Β αὐτὸν Sieb 23 ὅ τι scripsi ὅτι Β Sieb)

400
τῶν εἰς λύπην φερόντων γυναῖκάς τε ἀπείρους Ἀφρο- δίτης αἳ ἀντὶ πολλῶν ἦσαν θεραπόντων Ὀλυμπίῳ λέγων κακῶς ὡς εἶέν τε ἐν αἰσχραῖς ἡδοναῖς καὶ φαρ- μάκοις τε καὶ ἐπῳδαῖς ἅπαντα δυναμέναις, κόραις τε καταρώμενος ἐν χερσὶ ταῖς Ὀλυμπίου τρεφομέναις παραμυθίᾳ τῆς ἀπαιδίας ἑκατέραις τε ἀπειλῶν δεσμω- τήρια καὶ βασάνους καὶ τὰ δεινότατα καὶ τὴν αὐτὴν ἡμέραν ὄψεσθαι τήν τε ἐκείνου τελευτὴν καὶ ταῦτα.

καὶ μείζω γε τὴν ὕβριν ἐποίει τὸ μηδέ ἐν παρα- βύστῳ γίνεσθαι τὰς ἀπειλάς, ἀλλ’ ἐν πολλῷ τῷ φωτὶ καὶ τοῖς ἀπάντων ὠσίν. ὑφ' ὧν Ὀλύμπιος εἰκότως ἐδάκνετο τὴν ψυχὴν καὶ ἐδεδίει τὸ μέλλον καὶ εἶναι πρὸς Μίκκαλον Ὀλύμπιος ἐκωλύετο πολλῶν τῶν μη- νυόντων ὄντων ἀπὸ παντὸς χωρίου, ὅτι Μίκκαλος ἐκεῖνος ἓν ἔργον ἔχει, τοὺς κατ’ Ὀλυμπίου λόγους, πολλούς δὲ τῶν παρόντων οὐ φέροντας τοὺς μέν ἀπο- πηδᾶν, τοὺς δὲ μένοντας ἀμύνεσθαι.

ἆρά γε στεφάνων ἄξια ταῦτ’ εἶναι δοκεῖ; ἐν οἷς Μίκκαλος ἔμενεν οὐδὲν μετριώτερος γιγνόμενος ὄντων τῶν παρ- [*](Sieb. 87) | λῆξαι τῆς κατηγορίας ὡς οὐκ ἀδίκου μᾶλλον ἢ βλαβερᾶς. ὁ δ’ ἣν ἐν τοῖς ἀεὶ δευτέροις σφοδρότερος μίαν ταύτην ἔχων ᾠδὴν ἐξ ἔω πρὸς ἐσπέ- ραν. ἔπαυε δὲ αὐτὸν οὐδὲ τὸ λοῦσθαι πολὺ τῆς ἀπὸ τοῦ τοιαῦτα λέγειν ἡδονῆς λειπόμενον.

οὐ μᾶλλον οὖν Ὀλύμπιος ἐποίει κακῶς τὸν Μίκκαλον ἢ Μίκκαλος [*](9 cf. t. 9, 1) [*](6 <ἐπὶ> a παραμυθίᾳ? 8 τελευτὴν καὶ ταῦτα καὶ τελευτὴν καὶ ταῦτα Β Sieb 9 τὸ scripsi τῷ Β Sieb | μηδὲ scripsi μὴ δὲ Β μὴ δὴ Sieb 17 γε scripsi τε Β Sieb 20 ἀδίκου scripsi ἀοίκου Β Sieb 21 ὁ δ’ scripsi ὅδ' Β Sieb 23 λοῦσθαι reposui e Β λοῦεσθαι λαβά- μενον coni Sieb perperam)

401
Μίκκαλον, ὃς εἶναι πρὸς ἑαυτὸν ἥμερον ἐκεῖνον ἐκώλυε παίων καὶ πλήττων καὶ τύπτων τοῖς ῥήμασι καὶ πρὸς ὀργὴν ἐξάγων καὶ παροινῶν τιμωρίας ἄξια. καὶ γὰρ τοὺς τοῖς κεραυνοῖς βαλλομένους ὑφ’ ἑαυτῶν χρὴ βε- βλῆσθαι δοκεῖν αὐτῶν οἷς ἀδικοῦσι τὸ τοῦ Δῖός πῦρ ἐπισπωμένων, εἰ δὲ ἐποίουν τὰ δίκαια καὶ τοῖς θεοῖς ἤρεσκον, οὐκ ἂν ἐκάοντο. καὶ Μίκκαλος ἐπιθυμήσας κακῶν ἣν ἐν οἷς ἐβούλετο.

ἀλλ’ οἴεταί τις Ὀλύμ- πιον τὸν πολλοῖς εὐδαιμονίας αἴτιον οὐκ οὖσιν ἐν τῷ γένει μισῆσαί ποτ’ ἂν ἑκόντα τὸν ἀδελφόν; οὐκ ἔστιν. ἀλλ’ ὁ μὲν ἐβούλετο κἀνταῦθα εἶναι χρηστός, ὁ δὲ αὐτὸν ἀνῆπτε. τετελευτηκότος τοίνυν ἐν τῷ ταῦτα ἁμαρτάνειν Μικκάλου μεταστήσειν μὲν ἅπας ᾤετο τὴν ἔχθραν Ὀλύμπιον ἐπὶ τὸν παῖδα τὸν ἐκείνου, γίνεται δὲ ὁ βέλτιστος κρείττων τῆς προσδοκίας ἀμεί- νῶν αὐτοῦ τοῦ γεγεννηκότος φανείς.

36. Εἰσὶ τοίνυν οἳ προσιόντες ἐμοὶ σχῆμα προσ- θέντες αὑτοῖς τῶν ὑπὲρ ἡμῶν ἀχθομένων τοιαῦτα εἰῶ θασι λέγειν ὑποκινοῦντες ἄμα τὴν κεφαλήν, ὡς ἄν τινες οὐ φέροντες ὅ τι ἄν τις εἰς ἐμὲ πλημμελῇ. λέγουσι τοίνυν· οὐ γὰρ καὶ τὰ πρὸς σέ συνέχεε δίκαια περιθεὶς μὲν φθόνου καὶ πραγμάτων γέμουσαν προσηγορίαν, δοὺς δὲ ὧν ἄν τις καὶ καταγελά- σειε δέον ἑτέρους μὲν ποιῆσαι τὰ χαλεπώτερα, σοὶ δ’ εἰ καὶ μηδὲν ἄλλο, τήν γε ἀπὸ τῆς δευ- [*](22 Thuc. IV 87, 4 | Lib. t. Ι 201, 1; ep. 971) [*](2 ῥήμασι scripsi ῥήμασιν Β Sieb 4 num Γίγαντας post τούς inserendum coll. t. Ι 129, 4? 5 αὐτῶν scripsi τῶν Β Sieb 19 τινες inserui e Β om Sieb ὅ τι scripsi ότι Β Sieb | εἰς inserui e Β om Sieb 23 ὧν scripsi auctore Sieversio p. 282, 1 ᾧ B Sieb)

402
[*](Sieb. 88) τέρας | τάξεως εἰρήνην παρασχεῖν;

ἐμοὶ δὲ ἅ τε παρὰ ζῶντος ὑπῆρξεν Ὀλυμπίου μέγιστα κέ- κριται πάντων τῶν παρ’ ὧντινων γεγενημένων τά τε ἤδη μεθεστηκότος δεδομένα τὰ μικρὰ δὴ κατά τὸν ὑμέτερον λόγον μείζω χιλίων ἀγρῶν, καὶ τό γε οὐδὲν οὐκ ἂν ἤνεγκε λύπην ἐν πολλῷ μείζονι τῆς φιλίας αὐ- τοῦ τὴν βάσανον λαβούσης, οἷον δ’] ἂν ἣν, εἰ καὶ μέρος τοῦτ’ ἐπεποιήκει τῶν διαθηκῶν τὴν τοῦ μηδὲν εἰς ἐμὰς πέμψαι χεῖρας αἰτίαν λέγων, ὅτι τῷ φιλτάτῳ ἔστι πεπεῖσθαι ἐμέ μηδέν αὐτὸν ζητεῖν.

38. Ἀλλ’ ὅμως οὕτως ἔχοντος τοῦ πράγματος ἤλ- πισάν τινες ἔχθραν ἐμποιήσειν πρὸς τὸν οἰχόμενον καὶ ἔπειθε ταῦτα αὐτοὺς περὶ ἐκείνου λέγειν. ἀλλ’ ἐμοὶ καὶ πρὸς ἀπελθόντας ἔστι φιλία καὶ τῷ τῆς ὁμι- λίας ἀποστεροῦντι θανάτῳ τὸ καὶ τοῦ φιλεῖν οὐ δί- δωμι μείζονι τούτῳ χαριζόμενος τῶν τὰ ἄνθη φερόντων ἐπὶ τοὺς τάφους, ἃ καὶ μισῶν ἄν τις ἐνέγκαι φόβῳ τοῦ νόμου. τἀμὰ δὲ ἴστε καὶ ὧς ἐνοικεῖ μου τῇ ψυχῇ τῶν φίλων ἕκαστος τῶν ὑπὸ γῆς. ἴσασι δὲ τοῦτο μᾶλλον αἰ νύκτες. τῆς γὰρ ἡμέρας ἐν τοῖς πρὸς τοὺς ζῶντας λόγοις ἀναλωμένης ἐκεῖναι τὰς πρὸς ἐκεί- νους ἔχουσι συνουσίας καὶ ἀκούω μέν οὐδέν, λέγω δέ.

οἶ δέ οὐ δυνηθέντες ὅστις ἐγὼ τὸν τρόπον μαθεῖν καὶ ταῦτα ἐν τοσούτοις ἔτεσιν ἦλθον ἐκπολεμώσοντες ἄνθρωπον ἐν ἀδαμαντίνῃ φιλίᾳ δεδεμένον πάνυ τὴν ἐμὴν ψυχὴν νομίζοντες ἐοικέναι ταῖς αὑτῶν ταῖς μικραῖς, [*](2 δέ scripsi τε Β Sieb 3 ὧντινων scripsi ὧντινων Β Sieb 7 δ’ cancellavi | ἣν reposui β Β ἤν Sieb 9 αἰτίαν scripsi αἰτίας Β Sieb | φίλτρῳ ? 10 ἔστι scripsi δὲ τὸ Β Sieb | αὑτὸν scripsi αὐτὸν Β Sieb ἀποστεροῦντι scripsi καὶ στεροῦντι Β Sieb 16 μείζονα coni Sieb 18 φθόνου? cf. t. Ι p. 480, 1 1 26 αὐτῶν scripsi αὐτῶν B Sieb)

403
ταῖς νοσούσαις, ταῖς δούλαις ἀργυρίου. ἐγὼ δὲ εἴ μοί τις ὑπισχνεῖτο θεῶν αὖθις ἐν ζῶσι δείξειν Ὀλύμπιον ἐπὶ μεγάλῳ μισθῷ, χρημάτων μὲν οὐκ ἂν ἐμνήσθην πρὸς αὐτόν, οὐ γάρ ἔστι μοι, τὸ σῶμα δὲ δείξας, ὅτι τοῦτο βούλοιτο λαμβάνειν εἶπον ἄν, | ὡς ἥδιον Sieb. τῷ λοιπῷ μετ’ ἐκείνου βιωσόμενος ἢ τῷ παντὶ τοῦ σὺν ἐκείνῳ στερόμενος.

40. Παύσασθε δὴ μετὰ τοιούτων μοι προσιόντες ῥημάτων καὶ πειρώμενοι κινῆσαι τὰ τούτῳ οὐ πεισό- μενα. οὐχ οὕτω τις εὑρεθήσεται ῥήτωρ δεινὸς ἢ γόης. " ἐρωτῶ τοίνυν καὶ ὑμᾶς καὶ πάντας ἀνθρώπους, ποῦ πονηρὸς Ὀλύμπιος ἢ πότε ἢ περὶ τίνας; οὗ τὴν δικαιο- σύνην πολλαὶ μέν βοῶσι δίκαι, πολλοὶ δὲ δικασταί, μυρία δὲ δικαστήρια, βοᾶτε δὲ καὶ ὑμεῖς οἱ κακῶς λέγοντες διὰ τοῦ τῆς φιλίας χρόνου. τὸν γὰρ αὖ κακὸν ἐφεύγετ’ ἄν, ἀλλ' οὐκ ἐδιώκετε, νῦν δὲ φαίνεσθε διώκοντες, ἀλλ' οὐ φεύγοντες. οὕτως ἢ χρηστὸς ἐκεῖ- νος μεθ’ ὑμῶν ἤ ὑμεῖς μετ’ ἐκείνου κακοί.

εἶτ’ οἴεσθε ταῦτα ποιοῦντες ἀσφαλῶς ἀσελγαίνειν ὡς οὔθ’ ὁρώμενοι παρά τῶν τεθνεώτων οὔθ’ ὑπάρχον ἐκείνοις ἀκούειν ἃ λέγετε; τοῖς δ’ εἰσὶν ἄγγελοι τῶν τῇδε καὶ λεγομένων καὶ πραττομένων οἱ μετ’ ἐκείνους ἀπιόντες. τοὺς δ’ εἰκὸς ἐθέλειν αὐτοῖς βοηθεῖν. δύναμις δὲ αὐτοῖς παρ’ αὐτοῦ τοῦ τεθνάναι μείζων καὶ μηνίσαντες ταχέως ἠμύναντο.

πάνυ τοίνυν πιστεύω τοῖς μὲν ἔχουσι παῖδας ἀπολεῖσθαι τοὺς ὄντας, οἷς δὲ οὐκ εἰσίν, οὐδέ ἔσεσθαι, γυναῖκας δὲ τὰς τούτων ἑτέροις ἲς ἀντὶ [*](1 μοι τίς Β 5 τοῦτο scripsi τούτου Β Sieb 9 τούτῳ οὐ] τούτοις? 10 τίς Β 19 ὧς scripsi ὥστ' B Sieb 21 signum interrogationis posui, comma Β, colon Sieb τῇδε scripsi τῇ δέ B Sieb 23 αὑτοῖς scripsi αὐτοῖς B Sieb 27 δὲ scripsi τε Β Sieb | τούτων reposui e Β αὐτῶν Sieb)

404
τῶν γεγαμηκότων προσέξειν καὶ θυγατέρας πρὸ γάμων ὑποθήσειν ἑαυτὰς μαγείροις, υἱεῖς δὲ μηδὲν διοίσειν θυγατέρων, εἰς δὲ τὸ προσαιτεῖν κατενεχθέντας τοῦ δώσοντος ἀπορήσειν, διά δὲ νοσημάτων καὶ μακρῶν καὶ πικρῶν καὶ μετ' ὀδυνῶν γένοιτ’ ἂν ἐκ τῶν τοι- ούτων ἀποθανεῖσθαι. ταῦτα έσται, ταῦτά τις ὄψεται, ταῦτα παιδεύσει τοὺς ἄλλους μὴ καταθεῖν τοὺς τετε- λευτηκότας ὡς οὐδὲν ὄντας ἔτι.

[*](7 Plat. Theaet. p. 171 D)[*](2 υἱεῖς scripsi ὑμῖν Β Sieb)