Oratio 63

Libanius

Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ᾤμην μὲν οὖν συμβάσης τῆς τελευτῆς αὑτοῖς τοὺς ἀνθρώπους [*](1 τὸν inserui ex Am om B Sieb 3 αὑτῷ scripsi αὐτῶ B Am Sieb 5 <ἐν> a ᾧ ? | ἐστὶν ἡ παρά ante τοῖς Β Sieb ut dittographiam 6 βοήθεια inserui „refingebam olim sic : ᾧ μόνον παρὰ τοῖς οἰχομένοις ἐστὶν ἡ βοήθεια παρὰ τῶν ζώντων πρὸς τούς κατηγοροῦντας, quam coniecturam ut nimis audacem nunc repudio, et levi tantum mutatione ita scribo: ὃ μόνον ἐστὶν οἱ παρὰ τοῖς οἰχομένοις, ἐστὶν οἷ παρά τῶν ζώντων πρὸς τούς κατηγοροῦντας “Sieb 7 εὐπορήσαιμι scripsi εὐπορήσαιμεν BAm Sieb | ἐν—9 φέρειν praemissis verbis τοῦ ὑπὲρ Ὀλυμπίου citat Macar fol. 91 (ed. Villoison Anecd. II ρ. 16 = t. I praef. p. ΧΧΧ R) 8 καθιστάμενος — 9 φέρειν] καθίστανται ὅσοι τά πὰρ ’ ἐκείνων σιγὴ φέρουσιν Macar | καθιστάμενος scripsi καθ- ιστάμενοι BAm Sieb 9 ἐκείνων scripsi ex Am Macar ἐκεί- vois Β Sieb 10 voce οὖν des Am 20 αὑτοῖς Sieb αὐτοῖς Β)

389
τούτους ὁμολογήσειν καὶ συμβαινούσας οἷς ἔπραξαν φωνὰς ἀφήσειν· οἶ δέ, πῶς ἄρ’ ἂν ἀξίως εἴποιμι περὶ τῆς ἀνωμαλίας; εἰ πάντα τὸν χρόνον ἤσαν ἐν τοῖς πρὸς αὐτὸν ἐγκλήμασι διαγαγόντες καὶ <ταῦτα> a τά ἠδικημένοι, τὰ δὲ ἠδικηκότες, οὐκ ἂν αὐτοῦ τοσούτους κατέχεαν λόγους διά πάσης ἰόντες τῆς πόλεως.

6. Τί δὴ τὸ τούτων τῶν λόγων αἴτιον;

Οἱ μέν οὐδαμοῦ τῶν διαθηκῶν εἶναί φασι καὶ τοῦτο αἰτιῶνται. φέρε δὴ πρὸς τούτους πρῶτον δια- λεχθῶμεν. πῶς ἂν οὖν, ὦ βέλτιστοι, διὰ πάντων μὲν στρατιωτῶν, ἀπάντων δὲ συνδίκων τῶν τ' εἰς τὴν βουλὴν τελούντων ἀπάντων ἤρχετο τῶν αὐτοῦ δι- δούς; οὐδὲ γὰρ εἰ Μίδαν ὁμοῦ καὶ Κροῖσον καὶ Κι- νύραν πλούτῳ παρῄει καὶ χρήμασιν, οὐκ ἂν οἷός τ’ ἣν τοσούτων ἀνθρώπων τὴν δεινὴν ταύτην ἐπιθυμίαν ἐμπλῆσαι.

τί δ’ ἣν καὶ τὸ δίκαιον αὐτοῖς πρὸς Ὀλύμπιον; οὔτε γὰρ ὁδὸν μακρὰν ἐπορεύθησαν ἐκείνου κελεύοντος οὔτε πλοῦν πολύν τε καὶ χαλεπὸν ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων ἤνεγκαν οὔτε ναῦς δυναμένας βλάβην ἐνεγκεῖν ἀφειλκύσαντο. ἀλλ’ οὐδέ τῶν ἑαυτῶν ἀμελήσαντες εἰς τὸ τέρπειν ἐκεῖνον ταῖς παρ’ ἡμέραν συνουσίαις πολὺν ἀνηλώκασι χρόνον. ἀλλ’ | οὐδὲ Sieb. κοινωνίαν εἴποιεν ἂν τραπέζης ἢ λουτρῶν ἢ παιδιᾶς ἢ ὡς πληγὰς ἔδοσάν τε καὶ ἔλαβον συμπλακέντες τοῖς τὸν ἄνθρωπον πεποιηκόσι κακῶς ἢ μέλλουσιν. ἀλλ᾿ ἐὰν λα- βόμενός <τινος> a αὐτῶν ἴρη· σὺ δὲ τοῦ χάριν [*](13 cf. p. 120, 9 sq. t. Ι 199, 18; t. II 548, 2; t. III 419, 17) [*](1 τούτους e τοῦτο corr Β 3 signum interrogationis po- sui, comma Β Sieb 4 ταῦτα inserui 6 punctum post πόλεως posui, colon B, signum interrogationis Sieb 12 αὑτοῦ scripsi αὐτοῦ Β Sieb 20 ἀφειλκύσαντο scripsi ἐφειλκύσαντο B Sieb) [*](26 τινος inserui | ἀξιοῖς scripsi ἠξίους B Sieb)

390
τῶν Ὀλυμπίου λαβεῖν; ἕξει μὲν οὐδὲν εἰπεῖν ἕτερον, τοῦτο δὲ μόνον, ὅτι· ἄνθρωπος ἐξ ἀνθρώπου γένοιτο καὶ εἰς εἴη τούτων οἱ ἀρούρης καρπὸν ἔδουσι. θαυμάζω δὲ ὅπως οὐ καὶ τοὺς ὀνηλάτας κακῶς λέγοντας ἔσχε καὶ τοὺς ὀρεωκόμους καὶ τοὺς ταῖς καμήλοις τἀκ τῶν ἀγρῶν ἡμῖν ἄγοντας.

οὕτως ἐχθές ποθεν ἥκων <τις> a ἠδικῆσθαι ταῖς λέγει. τῶν γάρ ἐν τῇ βουλῇ, φησίν, οὐδεὶς οὐ- δενὸς οὐδὲ τοῦ μικροτάτου τετύχηκε καὶ ταῦτα χάριτας αὐτῷ δεδωκότες. ἀντὶ γὰρ ὧν εὖ πεποιήκει καὶ κοινῇ τὴν βουλὴν καὶ καθ’ ἕκαστον ἰδίᾳ πειθο- μένους ἴν τισιν ἔσχε καὶ οὐκ ἀντιτείνοντας.

ἐκεῖ- νος γὰρ ἣν ὁ δεθῆναι κωλύσας τὴν βουλήν, ἡνίκα ἡ πόλις τῇ προσδοκίᾳ τῆς τοῦ κρατοῦντος ὀργῆς ἐσείετο, μόνος ἐγγυητὴν καταστήσας αὐτὸν τῶν ἄλλων τὸ αὑτῶν θεραπευόντων, ἐκεῖνος ὁ τοὺς εἰς λειτουργίαν ἐμβαίνοντας ἐπὶ τὰ αὐτοῦ χρήματα καλῶν πάντα φόβον ἀνελών, ἐκεῖνος ὁ παύων ἄρχοντας θυμου- μένους, ἐκεῖνος ὁ ποιῶν ἡμέρους, ὁ διδάσκων μὴ τῶν ὀφειλομένων τιμῶν τοὺς βουλεύοντας ἀποστερεῖν. τά μὲν εἰς τούτους παρ’ ἐκείνου καὶ πολλὰ καὶ μεγάλα, [*](Sieb. 79) τὰ δὲ ἐν ταῖς παρὰ τούτων ἀμοιβαῖς καὶ | μικρὰ καὶ ὀλίγα, ὥστ' ὀφείλοντας αὐτοὺς αὑτῷ καταλιπὼν ἀπῆλθε.

πῶς οὖν ὧν εὐεργετήκει καὶ μισθὸν προσώφειλεν; ὥσπερ ἂν εἴ τις ἰατρὸν ἀναστήσαντα [*](3 II. ζ 142 13 cf. t. II 372 sq. et 494 sq.) [*](7 τις inserui 10 εὖ πεποιήκει reposui e Β εὐπεποιήκει Sieb) [*](16 τῶν] inter τὸ et αὑτῶν Sieb delevi | αὐτῶν Sieb αὐτῶν Β) [*](17 ἐμβαίνοντας reposui e Β ἐκβαίνοντας Sieb 18 τοὺς ante ἄρχοντας inser Sieb delevi 23 αὐτοὺς Sieb αὐτὰς Β | αὑτῷ scripsi αὐτῶ B Sieb)

391
τὸν ἀσθενοῦντα προσαναγκάζοι τῷ διαπεφευγότι τὴν νόσον χρυσίον προσκαταβαλεῖν ἤ, νὴ Δία γε, κυβερ- νήτην τῷ ναυκλήρῳ τοῦ σεσωκέναι τὴν ναῦν ἢ διδά- σκαλον λόγων τῷ μεμαθηκότι λέγειν. ἔπραξεν ἡ βουλὴ τὸ καὶ τὸ βουλομένου γενέσθαι, καὶ γὰρ ἐκεῖνος ἐκείνης τὸ καὶ τὸ βουλομένης γενέσθαι.

11. Περὶ μέν γε τῶν ἐν τοῖς δικαστηρίοις τοῖς δικαζομένοις καὶ] παρεστώτων καὶ βοηθούντων πρῶτον μὲν ἐκεῖνο λέγω, ὅτι μισθὸν ἔχουσι τῶν βοηθειῶν πλείω τοῦ τεταγμένου διὰ τὴν Ὀλυμπίου φιλοτιμίαν καὶ οὐκ ἂν εἶεν δίκαιοι τῶν διαθηκῶν κατηγορεῖν οὐκ ἐν αὐταῖς ὄντες ἔχοντες ὑπὲρ ὧν ἐβοήθουν. οὐδὲ γὰρ τἄλλα πωλοῦντες τὰς τῶν ἔω διαθήκας ἀπαι- τοῦσί τι λῆμμα μετά τὰς τιμὰς ἃς ὧν ἀπέδοντο ἔχου- σιν. ὁ δέ καὶ διά τούτων τι κερδάνας οὗτος ἄλλην ἔχει τοῦ κέρδους πρόφασιν. ἢν οὐχ εὑρίσκω παρ’ ὑμῖν. ἀλλ’ ἔστιν ὃ μὲν ὑμῶν μόνον, τῷ δὲ καὶ ἔργον τι πέπρακται, περὶ οὐ νῦν οὐ καιρὸς λέγειν. ἀλλ’ ὅμως πολλὰ μὲν καὶ βλάσφημα παρ’ ἀμφοῖν τῶν τε ἐν τῷ βουλεύειν καὶ συναγορεύειν, ἕπονται δὲ τούτοις καὶ οἷς ἡδὺ τὸ κακῶς λέγειν ἐκ τοῦ μηδέν πράττειν λαμβάνον τὴν γένεσιν.

12. Καὶ πρὸς μὲν τοὺς ἐκ τοῦ μὴ λαμβάνειν ἐπὶ τὸ κακῶς λέγειν ἥκοντας ἀρκεῖ, τὸ νῦν εἶναι, τοσαῦτα· ἐφ’ ᾧ δ’ ἄν τις δικαιότερον σχετλιάσαι καὶ καλέσαι γῆν τε καὶ οὐρανὸν καὶ θάλατταν καὶ τοὺς ἐν ἑκάστω [*](1 προσαναγκάζοι scripsi προσαναγκάζῃ BSieb 5 βου- λομένου] „hic inserendum videtur ἐκείνου“ Sieb 8 καὶ can- cellavi 10 τοῦ ante Ὀλυμπίου Sieb delevi 13 τἄλλα scripsi τ’ ἄλλα Β Sieb | ἀπαιτοῦσι τί Β Sieb 15 τί Β 17 ὅ Sieb ὁ Β 26 ᾧ δ’ scripsi ᾧδ’ B Sieb | σχετλιάσαι καὶ καλέσαι scripsi σχετλιάσῃ καὶ καλέσοι B Sieb)

392
[*](Sieb. 80) τούτων θεούς τε καὶ δαίμονας, οἱ αὐτοὶ | τετί- μηνταί τε καὶ λοιδοροῦσι καὶ μετέχουσί τε τῆς δια- θήκης καὶ τὰ τῶν οὐ μετεσχηκότων ποιοῦσι, καὶ ὁ μέν μετ’ ἐπαίνου δίδωσιν, οἱ δὲ μετὰ ψόγου λαμ- βάνουσι, καὶ οὗ τὴν δωρεὰν οὐκ ἔφυγον, τοῦτον ὅπου ποτ’ ἂν ὦσιν ἐλαύνουσιν ἐάν τε οἴκοι ἐάν τ’ ἐπ’ ἀγορᾶς ἐάν τε παρὰ τοῖς ἄρχουσιν ἐάν τε ἐπ’ ὀχήματος ἐάν τε ἑτέρωθι καθῶνται ἐάν τε περιπατῶσιν. οἶμαι δὲ αὐτοὺς κἀν τοῖς ὀνείρασι ταῦτα ποιεῖν.

καὶ εἰ μὲν πονηρὸς καὶ πανοῦργος καὶ θεοῖς ἐχθρός, τί μὴ φεύγεις τὰ παρ’ αὐτοῦ δῶρα; εἰ δὲ βέλτιστον ἡγού- μενος λαμβάνεις, τί τὸν τοιοῦτον συκοφαντεῖς; τί δέ λαβὼν ἀπὸ τοῦ μὴ λαβόντος λέγεις κακῶς; τί δ’ ἀφεὶς τὸ δοθέν σκοπεῖν ἐκ τοῦ μὴ δοθέντος βλασφημεῖς; τῷ δεῖνι, φησί, πλέον, ἐμοὶ δὲ οὐ τοσοῦτον. ἕτερος δέ γε τὸ τῷ δεῖνι τοσοῦτον ὅσον αὐτῷ μέμ- φεται. τί οὖν αὐτὸν ἔδει ποιεῖν, εἰ μήτε τοῦτο ἔδει μήτε ἐκεῖνο, ἀλλ’ ἐποίει κατηγορίαν καὶ τὸ ἴσον καὶ τὸ οὐκ ἴσον;

καίτοι καὶ πατέρας ἴσμεν οὕτω παισὶ προσενηνεγμένους. τῷ μὲν ἔδοσαν πλείω τά- λαντα, τῷ δὲ ἐλάττω, τοὺς δ’ ἴσμεν ἴσον ἑκάστῳ νείμαντας. νῦν μέν γὰρ τοῦτ’ ἐφάνη δίκαιον, νῦν δὲ ἐκεῖνο, οἱ δὲ στέργουσι. νῦν δὲ ὕβρις ἄμφω, καὶ τὸ μὴ ὅσον ἄλλος, ἀλλ’ ἧττον, καὶ τὸ ὅσον ἕτερος, ἀλλὰ μὴ πλέον. καὶ οὐκ ἐννοοῦσιν ἀνδρῶν ἀπαίδων ἐνταυθοῖ γραφείσας διαθήκας οὐδ’ ὡς τὰς μὲν ἂν [*](6 Dem. ρ. 241,28; 1481,17) [*](2 τε τῆς scripsi καὶ Β Sieb 4 ἐπαίνου scripsi ἐπαίνων οὐ Β Sieb 6 ἐάν (1) scripsi ἄν Β Sieb 8 καθῶνται scripsi κάθηνταί Β κάθηνται Sieb 16 αὑτῷ scripsi αὐτῷ Β Sieb) [*](20 πλείω scripsi πλέω B Sieb 23 δ' (1) Sieb)

393
φαίη τις σωφρονεῖν, ταύτην δὲ μαίνεσθαι οὐδ’ ὡς αἱ μέν ἐν τοῖς προσήκουσιν ἔμενον ὄροις, ἡ δὲ ἐξώ- κειλεν οὐδενὶ χαλινῷ χρησαμένη.

15. Καὶ εἰ δὴ δεῖ κατηγορεῖν Ὀλυμπίου, τοῦτ’ ἄν τις ἔχοι κατ’ αὐτοῦ | λέγειν τὸ μὴ ταῖς διαθήκαις [*](Sieb. 81) ἡνίας ἐμβαλεῖν, ἀλλά σπεῖραι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα διὰ τοιούτων γραμμάτων. ἆρ’ οὖν τὸ μὲν ἀφιᾶσι κὰτ αὐτοῦ ῥῆμα, τά δὲ σιγῶσιν ὡς ἄν τινες τὸ μέν αὑτοῖς χαριζόμενοι, τὸ δὲ τοῖς ἀπὸ τῆς ἀλη- θείας; ἔδει μὲν οὖν καὶ τάχα ἄν τις, εἰ καὶ μὴ ῥᾳδίως, ἤνεγκε· νῦν δὲ τίς οὐκ ἂν ἀποπνιγείη πρὸς τὰς ὑπερ- βολὰς τῶν κατ’ ἐκείνου ῥημάτων; μικρὸν γὰρ δή φασιν εἶναι καὶ τοὺς Κέρκωπας καὶ τὸν Σίσυφον καὶ τὸν Φρυνώνδαν καὶ τὸν Εὐρύβατον πρὸς τἀς μηχανὰς Ὀλυμπίου καὶ τέχνας καὶ παρακρούσεις.

οὐκοῦν τοῦτον τὸν Εὐρύβατον καὶ τὸν Φρυνώνδαν πάντα ἐθεραπεύετε τὸν χρόνον τὸν μακρὸν τοῦτον τὸν τοσ- ούτων ἐτῶν τοῖς καλλίστοις αὐτὸν κοσμοῦντες ὀνό- μασι τοῖς τῶν ἡμιθέων; ὥσθ’ οἱ μὲν ὄντες αὐτῷ φίλοι παρὰ τῶν οὐκ ὄντων ἐζηλοῦντο, οἱ δὲ οὐκ ὄντες ὅπως ἔσονται πάντα ἐποίουν. ᾔδεσαν γὰρ ὡς ἐντεῦθεν κακδν τε ἣν τι διαφυγεῖν καὶ τυχεῖν ἀγαθοῦ τινος. [*](1 Ant. tetr. Ι 2 § 15 ρ. 117, 4 13 sq. Luc. Alex. 4 c. schol. ed. Rab. ρ. 180, 28 sq. Aeschin. fals. leg. § 40 p. 83, 24 14 cf. ad t. Ι 170, 8; III 37, 7. Plat. Prot. p. 327 D. Aeschin. Ctes. § 137) [*](1 μαίνεσθαι scripsi coll. Ant. l. l. φαίνεσθαι B Sieb qui οὐ anteponendum coni 2 ἡ Sieb οἱ Β 10; posui . Β Sieb | ῥᾳδίως scripsi ῥᾴδιον Β Sieb 12 δή om Sieb 17 τὸν (3) reposui e Β τῶν Sieb | τοσούτων Sieb τοσοῦτον Β 21 ὅπως inserui e B, ut inserendum coni Bastius, Lettre critique a Bois- sonade p. 128: „il faut suppleer auant ἔσονται, ὅπως, ἔστε ου un mot “ om Sieb 22 τί Β)

394

καὶ ταῦτα καὶ ἔτι πλείω τούτων τόν τε ἄλλον ἦν χρόνον καὶ τοῦ νοσήματος ἄγχοντος καὶ ἄρτι τὴν ψυχὴν ἀφέντος καὶ μέχρι τῆς ὑπὸ τῷ δεσμῷ διαθήκης, αὐτὸν γάρ ἕκαστος ἐποίει ταῖς ἐλπίσι κληρονόμον, τῆς μαχαίρας δέ τὰ συνέχοντα τεμούσης καὶ τὰς σφραγῖδας ἀνελούσης καὶ πάντα εἰς φῶς ἀναγούσης καὶ τῶν ἐν τῷ κερδαίνειν ζώντων ἕτερα μὲν προσδοκησάντων, ἕτερα δὲ ὁρώντων, ὀστράκου, φασί, μεταπεσόντος ὁ λυμεών, ὁ ψεύστης, ὁ ἐπίορκος, ὁ καταποντι- στῆς, ὁ τοιχωρύχος, ὁ τῷ δικαίῳ πολέμιος, ὁ μήτε ἀνθρώπους φοβούμενος μήτε τοὺς θεοὺς αἰδούμενος.