Oratio 63
Libanius
Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καίτοι καὶ πατέρας ἴσμεν οὕτω παισὶ προσενηνεγμένους. τῷ μὲν ἔδοσαν πλείω τά- λαντα, τῷ δὲ ἐλάττω, τοὺς δ’ ἴσμεν ἴσον ἑκάστῳ νείμαντας. νῦν μέν γὰρ τοῦτ’ ἐφάνη δίκαιον, νῦν δὲ ἐκεῖνο, οἱ δὲ στέργουσι. νῦν δὲ ὕβρις ἄμφω, καὶ τὸ μὴ ὅσον ἄλλος, ἀλλ’ ἧττον, καὶ τὸ ὅσον ἕτερος, ἀλλὰ μὴ πλέον. καὶ οὐκ ἐννοοῦσιν ἀνδρῶν ἀπαίδων ἐνταυθοῖ γραφείσας διαθήκας οὐδ’ ὡς τὰς μὲν ἂν [*](6 Dem. ρ. 241,28; 1481,17) [*](2 τε τῆς scripsi καὶ Β Sieb 4 ἐπαίνου scripsi ἐπαίνων οὐ Β Sieb 6 ἐάν (1) scripsi ἄν Β Sieb 8 καθῶνται scripsi κάθηνταί Β κάθηνται Sieb 16 αὑτῷ scripsi αὐτῷ Β Sieb) [*](20 πλείω scripsi πλέω B Sieb 23 δ' (1) Sieb)
15. Καὶ εἰ δὴ δεῖ κατηγορεῖν Ὀλυμπίου, τοῦτ’ ἄν τις ἔχοι κατ’ αὐτοῦ | λέγειν τὸ μὴ ταῖς διαθήκαις [*](Sieb. 81) ἡνίας ἐμβαλεῖν, ἀλλά σπεῖραι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα διὰ τοιούτων γραμμάτων. ἆρ’ οὖν τὸ μὲν ἀφιᾶσι κὰτ αὐτοῦ ῥῆμα, τά δὲ σιγῶσιν ὡς ἄν τινες τὸ μέν αὑτοῖς χαριζόμενοι, τὸ δὲ τοῖς ἀπὸ τῆς ἀλη- θείας; ἔδει μὲν οὖν καὶ τάχα ἄν τις, εἰ καὶ μὴ ῥᾳδίως, ἤνεγκε· νῦν δὲ τίς οὐκ ἂν ἀποπνιγείη πρὸς τὰς ὑπερ- βολὰς τῶν κατ’ ἐκείνου ῥημάτων; μικρὸν γὰρ δή φασιν εἶναι καὶ τοὺς Κέρκωπας καὶ τὸν Σίσυφον καὶ τὸν Φρυνώνδαν καὶ τὸν Εὐρύβατον πρὸς τἀς μηχανὰς Ὀλυμπίου καὶ τέχνας καὶ παρακρούσεις.
οὐκοῦν τοῦτον τὸν Εὐρύβατον καὶ τὸν Φρυνώνδαν πάντα ἐθεραπεύετε τὸν χρόνον τὸν μακρὸν τοῦτον τὸν τοσ- ούτων ἐτῶν τοῖς καλλίστοις αὐτὸν κοσμοῦντες ὀνό- μασι τοῖς τῶν ἡμιθέων; ὥσθ’ οἱ μὲν ὄντες αὐτῷ φίλοι παρὰ τῶν οὐκ ὄντων ἐζηλοῦντο, οἱ δὲ οὐκ ὄντες ὅπως ἔσονται πάντα ἐποίουν. ᾔδεσαν γὰρ ὡς ἐντεῦθεν κακδν τε ἣν τι διαφυγεῖν καὶ τυχεῖν ἀγαθοῦ τινος. [*](1 Ant. tetr. Ι 2 § 15 ρ. 117, 4 13 sq. Luc. Alex. 4 c. schol. ed. Rab. ρ. 180, 28 sq. Aeschin. fals. leg. § 40 p. 83, 24 14 cf. ad t. Ι 170, 8; III 37, 7. Plat. Prot. p. 327 D. Aeschin. Ctes. § 137) [*](1 μαίνεσθαι scripsi coll. Ant. l. l. φαίνεσθαι B Sieb qui οὐ anteponendum coni 2 ἡ Sieb οἱ Β 10; posui . Β Sieb | ῥᾳδίως scripsi ῥᾴδιον Β Sieb 12 δή om Sieb 17 τὸν (3) reposui e Β τῶν Sieb | τοσούτων Sieb τοσοῦτον Β 21 ὅπως inserui e B, ut inserendum coni Bastius, Lettre critique a Bois- sonade p. 128: „il faut suppleer auant ἔσονται, ὅπως, ἔστε ου un mot “ om Sieb 22 τί Β)