Oratio 57
Libanius
Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καὶ μὴν οὔπω τρίτος, καὶ λόγος πολὺς εἶναι πολ- Λὴν τῷ Σευήρῳ δύναμιν ἐν συνηγορίαις, εἶτα πλεί- στην, εἶτα πάντας ἡττῆσθαι τοὺς νικᾶν εἰωθότας. καὶ ἤσαν οἱ λέγοντες χρυσίον ὑπὲρ τούτου γόητι γεγενῆ- σθαι καὶ εἶναι τὸ πραττόμενον ὑπὸ τῆς ἐκείνου σο- φίας, οὐ τῆς τοῦ ῥήτορος, καὶ μαρτυρεῖν τὸ μηδὲν εἶναι καλὸν ἐν τοῖς λόγοις.
ἐγὼ τοίνυν τὰς μὲν νίκας ἡδέως, ταῦτα δὲ οὐχ ἡδέως ἤκουον κἀν τοῖς δευτέροις καὶ τρίτοις τῶν αὐτῶν μὲν συμβαινόντων, [*](R III 230) ἐνίκα γάρ, τῶν | αὐτῶν δὲ θρυλουμένων πάλιν ἐγὼ τοῖς μὲν ἡδόμην, τοῖς δὲ ἠχθόμην πράττων τὸ τοῦ φιλοῦντος ἐν ἀμφοτέροις.