Oratio 57
Libanius
Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
πάρεισι μὲν οἱ δικάσοντες ἡμῖν καὶ ὑπή- κουσαν εὖ ποιοῦντες ἀνίσχοντι τῷ θεῷ, δεῖ δὲ οὐδὲν ὅρκου πρὸς ἡμᾶς ἦ μὴν φυλάξειν ὑμᾶς τὸ δίκαιον. ἐν γὰρ δὴ τῷ τά δίκαια αἰδεῖσθαι καὶ φυλάττειν ἅπαντα βεβιώκατε τὸν χρόνον καὶ γίγνοιτ’ ἂν ὑμῖν ἀνθ’ ὅρ- κων ὁ τρόπος, ὥστε με καὶ πάνυ προσδοκᾶν δόξειν ὑμῖν μηδὲν ἀδικεῖν, εἰ καὶ μὴ τὸ τῆς Τύχης παρ’ ἐμοί τε καὶ τοῖς ἀντιδίκοις ἴσον.
2. Ἠξίουν μὲν οὖν ἔγωγε τὸν χρηστὸν Ἀντίοχον, εἰ καὶ μὴ κατηγορεῖν ἐξῆν αὐτῷ τῶν πεπραγμένων διὰ
3. Μικρὸν δὲ ἄνωθεν ἀνάσχεσθέ μου λέγοντος, ὦ ἄνδρες δικασταί. γνώσεσθε γάρ, ὡς οὐδ’ ἐν οἷς ποιῶ νῦν ἀδικῶ.
Τοῦτόν μοι παρέδωκεν ὁ πατὴρ ἐπαινέσας μου τὴν περὶ μισθοὺς μεγαλοψυχίαν καὶ πιστεύων ἐν ἴσῳ τὸν οὐ δώσοντα τοῖς διδοῦσιν ἔσεσθαι. δευτέρῳ | δὲ [*](R III 229) ἔτει θορυβήσας τι περὶ τὰς θύρας καὶ εἰσδραμὼν καὶ λαβόμενος τοῦ παιδὸς εἷλκεν ἐπ’ ἀγῶνας καὶ δικαστή- ριον καὶ δίκας.
ὁρῶν δὲ ταῦτα ἐγώ, τοῦτον, ἔφην, τὸν τηλικοῦτον; τὸν ἐν προοιμίῳ τῆς τέχνης; πῶς μὲν οἴσοντα τοῦ δικάζοντος τὸ πρόσωπον; πῶς δὲ τῶν συνηγόρων τὰς τόλμας; πῶς δ’ αὐτοῦ [*](5 cf. p. 157, 8 11 cf. t. III 463, 5; II 309, 9) [*](1 Σευήρῳ scripsi σεβήρῳ libri edd 2 γε scripsi auctore Re τε libri edd | καὶ (2) CAPI Re 3 τι in ras P 4 ἐπὶ Par Mor 4 καὶ cancellavi cum Mor 6 τούτωι A Mor τούτω CP sed in hoc ν add m 4, Par 7 ἔχθοιτο Mor | τὸ I Bong 8 Σευῆρον reposui ex AP Σεβῆρον reliqui libri edd) [*](9 ὑπὲρ ἄλλων ἐν] ὑπερβάλλουσαν Par Mor 10 αὐτοῦ I Bong 16 δοῦσιν I Bong δώσουσιν Mor | δ’ Re 18 παι- δὸς des. Par fol. 34 v post quod duo folia exciderunt quibus continebantur verba sequentia usque ad πέπομφεν Ἀντί[οχον] p. 157, 8 20 προοιμίος Μορ)