Oratio 57
Libanius
Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ἀπη- νέχθην εἰς τοὺς ὁμολογοῦντας ἁμαρτεῖν. ὁ γὰρ ἀνὴρ [*](R III 243) ἡμῖν οὐδαμοῦ τοῦτο φθέγγεται | οὐδ’ εἶπεν Ἀν- τίοχος οὐδαμοῦ τὸ ῥῆμα τοῦτο φέρειν οὐδ’ ἀκήκοεν ἡμῶν οὐδείς. τί οὖν ἄν τις συγγιγνώσκοι τῷ λέγοντι [*](20) μήτ’ ἐμὲ μήτ’ ἐκεῖνον ἠδικηκέναι μηδέν, ἀλλ᾿ ἅπερ ἂν θεός, ταῦτα αὐτὸν ποιῆσαι;
37. Ἀλλ’ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς δὲ ἔρ- γοις ὡμολόγηκεν ἐν λύπῃ τε ὤν καὶ τὴν σὴν ποθῶν συνουσίαν. σὺ δ’ ἐλέγξας πολλοὺς ἡμαρ- τηκότας εἰς σὲ διηλλάγης. πάνυ γε. εἰσὶ δέ γε καὶ πρὸς οὖς οὐ διηλλάγην, οὐδ’ ἱστᾶι χρόνος ὁ τοῦτο [*](4 ἂν om I Bong | Σευῆρος reposui e libris Σεβῆρος edd 6 δὴ om Bong „cum δέ malim“ Re 9 μὴ δέ ΑΡΙ 11 ἔσται scripsi ἔστι libri edd | δ’ Re 13 τῇ om I Bong 19 συγγιγνώσκοι reposui ex AI συγγινώσκοι reliqui libri edd 21 ταῦτ’ Re 24 πείθων Mor 25 πρὸς I Bong) [*](26 καὶ om Re)
ἐγὼ δὲ οἶδα μέν, οὗ δεῖ παῦσαι μῖσος, οἶδα δέ, ἐν οἷς οὐδέποτε. καὶ δυναίμην ἂν εἰπεῖν πρὸς ἄνθρωπον σπονδάς μοι γεγενημένας. τίνος τοῦτο πείθοντος; τοῦ μηδὲν ἀνήκεστον εἰς τοὺς ὑπὸ χεῖρα περὶ ὧν ἐδεήθην πεπρᾶχθαι. ᾔτησέ τις ἡμερῶν ἀριθμὸν εἰς τὸ τῶν ἀγρῶν τινας ἐπελθεῖν τῶν ἑαυ- τοῦ. οὐκ ἔδωκεν ὁ ἄρχων. ἀπῆλθον ἀγανακτήσας. | χρόνος ἐκοίμισε τὴν ὀργήν· οὐ γὰρ κακῶς, ἀλλ’ [*](R III 244) οὐκ εὖ ἐπεπόνθει περὶ οὗ διειλέγμην. ἑτέρῳ κατα- δίκην ἀνελεῖν ἠξίωσα διδόντος τοῦ νόμου, ὁ δὲ οὐκ ἐβουλήθη. καὶ τοῦτο ἔχθραν τὴν μέχρι τινὸς ἐποίησεν, ἀλλ’ οὐ τὴν εἰς ἅπαν. ἔπειτα ἦλθον οἷ πρότερον. οὐδὲν γάρ ἄσχημον ἐγεγόνει περὶ τὸν φίλον οὐδ’ οἷς κατέθηκεν ἄτιμος ἣν.