Oratio 57
Libanius
Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
τά δὲ νῦν, τὰ δ’ ὑπὸ τού- του, τά δ’ εἰς τοῦτον τῆς Αἰσχύλου καὶ Σοφοκλέους [*](3 Od. λ 543 sq. 18 Aesch. Prom. 93 sq. Soph. Oed. R. 336) [*](2 διαλλάξεται I Bong at cf. Od. λ 561 sq. 3 τοῦ] τὴν C | ν αὐτοῦ I Mor Bong 4 δίκην CA 5 μῖσος Mor sed γρ μέσοι in marg 6—7 τίνος τοῦτο πείθοντος; scripsi τινὸς τοῦτο πεἰ- θοντες libri Mor Bong τίνος τοῦτο πείθοντος, Re sed προφέ- ροντα καὶ πυνθανόμενον τίνος coni 8 ἐδεήθην scripsi auctore Re ἐδεήθη libri edd num διελέχθην ? | πεπρᾶχθαι ΑΡ sed in hoc in corr m 4, I Bong 9 τῶν ἀγρῶν Bong τὸν ἀγρὸν libri Mor Re qui εἰς τῶν ἀγρῶν coni | ἐπελθεῖν scripsi auctore Re Anim coll. Od. π 27 ἀπελθεῖν libri edd | τῶν Bong et coni Re τὸν libri Mor Re 10 ἀπῆλθον scripsi ἀπῆλθεν libri edd 11 ἐκοίμισε Ρ sed σ in ras m 2 14 τὴν om Bong 15 εἰσάπαν C | οἳ I Bong qui οἷ coni οἱ C Mor num ᾗ? 16 οὐδὲ I Bong 17 τὰ (2) Ι τάδ Bong | δὲ Re | ὑπὀ του I) [*](18 τα Ι)
40. Ἔλεγε δὲ καὶ τὴν ἀρχὴν Ἀντίοχος καὶ δύνα- [*](R III 245) μιν | καὶ ὅση τὸ μέγεθος αὕτη καὶ ὧς οὐκ ἀκίν- δῦνον ἄρχοντος ἔχθραι. ἐγὼ δὲ τοῦτο πάλαι μὲν ἠπι- στάμην, οὐ μὴν φόβῳ γε τῆς δυνάμεως προὔδωκά ποτε τὸ δίκαιον οὐδὲ ἐκείνους ἐκολάκευσα μᾶλλον ἢ μετὰ τῶν ἠδικημένων ἔστην. καὶ ταῦτα πολὺς μέν μοι σύνοιδε χρόνος, πολλαὶ δὲ πόλεις, πολλὰ δὲ ἔθνη, πολλοὶ δὲ ἄνθρωποι, πολλοὶ δὲ τόποι καὶ τὸ δὴ μέ- γιστον ἀπάντων, οἱ θεοί, οἳ ἀνθ’ ὅπλων μοι καὶ περι- βόλων καὶ τειχῶν γεγένηνται. οὐ γὰρ ὧς οὐκ ἐπεβου- λευόμην εἴποιμ’ ἄν, ἀλλ’ ὡς τῇ τῶν θεῶν ῥοπῇ διε- σωζόμην, ὥσπερ ἐκεῖνος ὁ τὴν Τροίαν ἑλὼν τῇ τῆς Ἀθηνᾶς εὐνοίᾳ, ἢ τά τε ἄλλα αὐτῷ συνέπραξε καὶ τά [*](5 Theogn. 602. Aes. fab. 97 24 Od. α 344 sq. 88 sq.) [*](1 ψυχῆς ἢ coni Re Anim 4 κατάθες Mor sed γρ κατάθῃ 6 ἱκέτιν C 7 ἱκέταις Ι 8 υἱέων scripsi auctore Re ὑμῶν libri edd 14 αὕτη scripsi αὐτὴ libri edd οὐκ — 15 ἔχθρα)
πέπεικα τοίνυν ἐμαυτόν, ὧς οὐδὲν ῥᾳθυμοτέρων αὐτῶν συμμάχων τεύξομαι οὐδὲ καταγνόντες τῆς περὶ ἐμὲ σπουδῆς ἄρχοντος δυνάμει προήσονται οὐδ᾿ ὂν ἐν νεότητι προνοίας ἠξίωσαν, τοῦτον ἐν γήρᾳ προδώσουσι. μετὰ δὲ τῆς τῶν θεῶν ἐπικου- ρίας ἤδη τις ἐπίστευσε καὶ μεθ’ ἑνὸς ἑταίρου πέρας ἐπιθήσειν οἷον ἐβούλετο τῷ Τρωικῷ πολέμῳ.