Oratio 57

Libanius

Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ἤδη δέ τινες ἀφορήτοις | ἀνάγκαις ἐνδήσαν- τες τὸν ὀφείλοντα τὸν μὲν ἐπὶ βρόχον ἔπεμψαν, αὐτοὶ δ’ ἐφ’ ὃν ἔλθοιεν οὐκ εἶχον. οὕτω δὲ ἀνθρωπίνως τοῦτ’ ἔχειν ἔδοξεν, ὥσθ’ ὁ νόμος καὶ δικαστὴν ἐν τοῖς τοιούτοις χρόνου κύριον ἐποίησε. κἂν ὁ ὀφείλων μη- δενὸς ἐπιεικοῦς παρὰ τῶν εἰσπραττόντων τυγχάνῃ, καταφυγὼν ἐκεῖσε τὸ μὴ ἤδη καταβάλλειν εὕρετο, καὶ οὐκέτ’ ἂν ὁ εἰσπράττων ἄγξειεν οὐδὲ ἐπιλάβοιτο.

σὺ δ’ ἀκούσας δύο μῆνας ἐπήδας ἐπὶ Μάλχον. τοῦ χάριν; ἔλυέ σοι ταῦτα τὴν ζώνην; ἀλλ’ ἀφῃρεῖτο [*](11 Plat. Gorg. p. 520 C. Phaedr. p. 231 C 13 Her. I 11,2; IX 16, 3 16 Cod. Theod. XI 7, 3; III 2, 1) [*](1 τε C 4 ἔχει Mor sed γρ ἔχειν in marg 6 τῶν Ι 6 δ’ Re 8 διαλύσαι Ρ sed in corr m 4, I Bong | αὐτὸν Ι) [*](10 δέ Re 11 ἂν πρόηται CA sed in hoc γρ ἁ προεῖται in marg f, I Bong ἁ ’ν (pro ἃ ἂν) coni Re 12 αὐτοῦ CP sed in hoc ’in‘ corr m 2, Ι Mor Bong αὐτὸν coni Bong | τὴν ἀποδοῦσαν om I Bong | ἀπολλύουσαν Mor 14 τὸν (2) ΡΙ 16 δὲ Re | ὧν Mor 19 καταβάλλει Ι καταβάλλῃ Bong | εὕρατο Mor 20 οὐκ ἔτ᾿ ΑΡ sed in hoc ε eras | ἄγξειεν Ρ sed αγ in ras m 4 22 ἀφῄρει τι τοῦ Mor)

163
τοῦ τῆς ἀρχῆς χρόνου; ἀλλά πενίαν ἔφερεν; ἀλλ’ ἀσθε- νέστερον ἐποίει σε τῶν ἐχθρῶν εἶναι βουλομένων; ἀλλὰ τὴν οὖσάν σοι παρά τῷ κρατοῦντι δόξαν εἰς τοὐναντίον μετέβαλλεν; ἀλλ’ ἐκώλυεν ἀρχῆς τυχεῖν; οὕτως ἐξεῖναι πολύ τι δεινὸν εἰπεῖν, ὅτι δύο μῆνες συλλέξουσι τὸ συνέχον τοῦτο τὴν Ῥωμαίων ἀρχὴν χρυ- σίον; ἀλλ᾿, οἶμαι, πρόφασις μὲν οἱ μῆνες, τὸ βούλημα δὲ τύπτειν ἐν Μάλχῳ τοὺς Μάλχου κηδομένους. οὓς οὕτος μὲν ὑλακτῶν οὐ πέπαυται, πολλαχοῦ δὲ Μάλχος εὑρηκὼς ἐπικούρους οὐκ ἔμελλε φυγὼν ὡς τοῦτον μεταπηδήσειν.