Oratio 57
Libanius
Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ἀλλ’, οἶμαι, πολὺς ὁ γέλως χάριν ταῦτα ποιεῖν. ἢ καὶ τοὺς ὀφθαλ- μοὺς ἐκκόψας ἠξίωσας ἄν μοι κεχαρίσθαι δοκεῖν τῷ μὴ καὶ τὴν γλῶτταν προσαφῃρῆσθαι, ὥσπερ ἂν εἴ τις δημεύσας τινὸς τά ὄντα φιλανθρωπίαν ἐκάλει τὸ μὴ καὶ αὐτὸν ἐψηφίσθαι δουλεύειν; οὕτω τοίνυν οὐκ ἦν ταῦτα χάρις, ὥστε οὐκ ἐτόλμησεν ἐν τῷ καιρῷ τῶν δεήσεων εἰπεῖν, ὅτι μοι δώσει τὸ μὴ τὸ καὶ τὸ παθεῖν τὸν ἄνθρωπον, ἄλλο δὲ οὐδέν. καίτοι γε εἰ ἣν χάρις, τίς βλάβη τῇ χάριτι καὶ πρὶν ἢ δοθῆναι φαίνεσθαι;
29. Καὶ παρώξυνέ με, φησί, ῥήμασί τισι θρα- συτέροις. εἰ δὲ μὴ ταῦτα εἴρητο, οὐκ ἂν ταῦτα ἐπεπόνθει. πῶς οὖν ἐν τοῖς πρὸ τῶν εἰρημένων τούτων ἀδικήματα ἔφασκες εἶναι τῆς ἐσχάτης | ἄξια [*](R III 240) δίκης; μὴ οὖν ἀμφότερα λεγέτω. ἀλλ’ εἰ μὲν ἡ περὶ τὸν οἶκον τὸν βασιλέως βλάβη τοσαύτην ἀπῄτει τὴν δίκην, τί μέμνηται τῶν ἐν τῷ δικαστηρίῳ ῥημάτων; εἰ δὲ ταῦτα τοιούτοις ἔδει κεκολάσθαι, σεσιγήσθω τὰ περὶ τὰ χρήματα. ἅ φησιν αὐτὸς οὐκ ἂν ἐξετασθῆναι τῷ φάσκειν τὰ ῥήματα τὴν ὀργὴν πεποιηκέναι.
σκε- ψώμεθα δὴ καὶ αὐτὰ τά ῥήματα τά, ὡς ὅδε φησί, δα- κόντα αὐτόν. ὡμολόγησε μὲν ὀφείλειν καὶ καταθήσειν, [*](8 cf. p. 144, 12 13 sq. cf. p. 157, 16 sq.) [*](2 γέλως Ρ sed ς in ras m 2 | ποιεῖ C | τοῖς ὀφθαλμοῖς Mor 86(1 τοὺς ὀφθαλμούς coni 3 δοκεῖν Ρ sed εἰν in ras m 2 | τὸ I Bong 4 καὶ μὴ C | προσαφῃρῆσθαι scripsi auctore Co- beto Coll. 262 προσαφαιρῆσαι libri Bong Re προσαφαιρεῖσθαι Mor 6 τῳ C 6 signum interrogationis posui, punctum libri edd 8 μοι οὐ δώσει Mor | τὸ μὴ cancellavit Mor 11 τισι] τε C 15 ἡ Mor sed εἰ coni 16 οικον om sed inser coni Bong 19 ἅ φησιν Re ἀφεὶς ἂν libri ἀφ᾿ ὦν ἂν Mor 21 τά inser Re om libri Mor Bong)