Oratio 57

Libanius

Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

τίνα ἄν τις δίκην ἑτέραν ἐπὶ τούτοις προσέθηκεν; ἀφείλου τὴν δέλτον καθ’ ἢν ἦρξεν. ἐγύμνωσας οὐ τῶν μέν, τῶν δ’ οὔ, πάντων δὲ ἱματίων. πληγὰς δὲ οὐδ’ ἂν ἀριθμήσαι τις. ἄφες δὴ τοῖς τε ἰατροῖς καὶ τοῖς οἰκείοις τὰς τοῦ σώματος χαράδρας, ἢν πως ποιῶσι τὰ διεστηκότα συνελθεῖν. ὁ δὲ ἐπ’ ἄλλο προὔβη πολὺ τῷ πάσχοντί τε ἀλγεινό- τερον καὶ τοῖς ὁρῶσιν ἐλεεινότερον. παρέδωκε τοῖς διὰ τῆς πόλεως ἄξουσι τὸ καλὸν ἐκεῖνο θέαμα, τά ἐν τῷ σώματι βάθη, καὶ οὐδεὶς ἦν ὃς οὐκ ᾤμωξέ τε καὶ [*](R III 236) τὸ πρόσωπον ἔπληξε | καὶ τοὺς λυθέντας νόμους ἐθρήνησεν.

εἶχον δέ τινα ὕβριν καὶ αἶ ἀναξυρί- δες, ὧν ὅσον ὑπὲρ τοὺς μηρούς ἐξελήλεγκτο ταῖς ῥάβδοις καὶ τοὖργον ἀπολωλέκει σκέπειν οὐ δυνάμενον. Μάλχῳ δὲ αἰτοῦντί τι τοιοῦτον ὃ πρὸ τῶν ὀφθαλμῶν ποιησάμενος οὐκ ἂν ἐθεᾶτο τοὺς θεωμένους αὐτόν, ὁ δώσων οὐκ ἣν, πολλοὶ μὲν ἂν δόντες ἡδέως, φόβῳ δὲ τῶν ὁρωμένων εἰργόμενοι.