Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ὁ δ’ οὐδὲν τοιοῦτον, οὔτε μεῖζον οὔτε ἔλαττον. καίτοι χρῆν ἐπιστέλλοντά τε αὐτὸν πρὸς ἐμέ θεῖναί που τῆς ἐπιστολῆς τὸν ἄνθρωπον ἤ, εἰ μὴ τοῦτο, μετ’ ἐκείνην κελεῦσαι προσειπεῖν οὐ φανέντα τε ἐν τοῖς ἀπηντηκόσι ζητῆσαι πάλιν τε ἐν ταῖς δίκαις οὐ φανέντα ζητῆσαι. ἢ πολλῆς ἣν πραγματεί·ας ποῦ δὲ ὁ δεῖνα; εἰπεῖν; ἀλλ’ οὐδέ πρὸς αὐτὸν ἐμὲ μετὰ ταῦτα ῥῆμα τοιοῦτον οὐδέν.

ἐγὼ δὲ ἠξίουν καὶ πάντων ἀκουόντων εἴσω τε κεκλῆσθαι τὸν ἐξ ἐμοῦ καὶ εἰσελθόντα γε δευτέρᾳ κλήσει τῇ δι᾿ αὐτοῦ πλησίον αὐτῷ γενέσθαι καὶ συνα- ριστῆσαί τε καὶ συνδειπνῆσαι. οὐ γὰρ δὴ τοῦ πάντας ἑστιᾶν τοὺς συνδίκους ταῦτ’ ἂν εἶχεν | ἀνάγκην [*](R III 130) [*](16 Dem. p. 101,22) [*](1 κακὸς Ρ sed ὁ in ras m 4 2 δ’ Re 6/7 συνόδων Mor 8 δέχεσθαι scripsi auctore Cobeto Coll. 267 ἀνέχεσθαι libri edd 9 ὁ τι βούλοιντ’ ἂν ἕκαστοι Μορ σεδ γρ ἕκαστον in marg | βούλοιτ᾿ Ι sed λ in ras m 3 | ὅτι I 10 ἁμίλλαις Μοι sed γρ ἀμύναις in marg | ὃ δ’ Α ὅδ᾿ Ρ sed ΄ in ras m 2 I Mor ὁδ᾿ Re 11 οὐτ’ Re 15 πάλιν—ζητῆσαι om CAPI) [*](16 πολλῆς ἂν πραγματείας Mor | δ᾿ Re 19 τε scripsi actore Re γε libri edd 21 τε scripsi γε libri edd) [*](22 τοὺς om Mor | τοῦτ’ Mor | ἀνάγκη Mor)

76
οὐ τῆς ἐκείνου τέχνης, τῆς δὲ πρὸς ἐμὲ τοῦ τιμήσειν εἰπόντος οἷς οὐκ ἄλλος ἐπαγγελίας τοῦτο πεποιηκυίας, ὥστε μὴ εἶναι μηδενὶ θαυμάζειν, εἰ παρὰ μηδενὸς ἄλλου γε ταῦτα ἀξιώσας ἔχειν νῦν ἠξίουν.

10. Καίτοι, φησί, πέμψας ἠρόμην, ὅτῳ κωλύ- οιτο μὴ ποιεῖν τὸ τοῦ συνδίκου. οὐκ αὐτός γε ἔπεμψας. πόθεν; οὐδ’ εἶχες ἐν τῇ ψυχῇ τοὔνομα οὐδὲ σὸν ἣν τὸ μὴ σόν. πῶς γὰρ σὸν ὃ μηδ’ ἐνεθυμήθης; δῆλον δὲ ἐκεῖθεν· ἤδη διὰ πολλῶν ἥκων ἡμερῶν καὶ δικῶν καὶ πραγμάτων οὐκ ἤρου ταῦτα τὸν οὐ φαινό- [*](R III 131) μένον ἀφεὶς ἠρωτηκέναι, ἀλλά | τις ἀνὴρ τὸν διδάσκαλον αἰσχυνόμενος οἷς ἡμάρτανες εἶπεν ὡς δεῖ πέμπειν καὶ ταῦτα πυνθάνεσθαι, καὶ ὧς οὐκ ἄπεισι παρὰ σοῦ μὴ τοῦτο ποιήσαντος. ἔπεμπες οὑν οὐχ ἡδέως, τοῦτο δὲ τὸ τῶν ἠναγκασμένων.