Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

τὰ δ’ ἐπὶ τούτοις οὐ παρ’ | [*](R III 166) ἐμοῦ δεῖ τινα μαθεῖν, ἀγνοεῖ γὰρ οὐδείς. πῶς γὰρ τά γε ἐν μέσῳ δεδειγμένα καὶ βεβοημένα; ὧν ὑβριστικώτερα τὰ οἴκοι πλείονος ἐκεῖ τῆς ἐξουσίας οὔσης. ἃ σιωπᾶν ἐμοὶ κάλλιον.

59. Ἀλλ’ ὅμως φιλεῖν με καὶ φησὶ καὶ ὄμνυσι καὶ μηδενὸς ταύτῃ λείπεσθαι καὶ μηδὲ τῶν ἄγαν δοκούν- [*](των φιλεῖν. εἰ δὲ τοιοῦτός ἐστι φιλῶν, ποῖόν τι χρὴ) [*](10 cf. Dem. p. 328,24; 376,22. Plat. Phaed. p. 72 C) [*](1 εἰ om Par Mor 5 τούτω Par Mor 6 δ’ Re 7 ἐπιστολῶν Par Mor 9 δ’ Re | αὐτὸν IPar 12 δύναμιν Ι sed ύν in ras m 3 14 οἶδεν reposui e CAPI εἶδεν Par edd | αὐτῶ scripsi αὐτῷ libri edd 18 γ᾿ Re 21 φιλεῖν — ἀλλ᾿ ὅμως p. 97,7 om C | φησὶ e φήσει corr IP 5 et Mor sed in hoc γρ φήσει in marg φήσει APar cf. p. 97,7 μή δὲ APPar 23 φίλων Par Mor)

97
νομίζειν αὐτοῦ τὸ μῖσος εἷναι; ἐγὼ δὲ οἶδα τοὺς φίλους αὔξοντας <τὰ τῶν φίλων, ἀλλ᾿> φίλων, ἀλλ’〉 οὐ καθαιροῦντας καὶ μεγάλα ποιεῖν πειρωμένους ἐκ μικρῶν, ἀλλ’ οὐκ ἐκ μεγάλων μικρά, τῷ δὲ οὐδὲν παρεῖται τῶν εἰς τοῦτο φερόντων. καὶ οὐκ ἠδυνήθη μὲν διὰ τοὺς θεοὺς ὁπό- σον ἐβούλετο, δῆλος δὲ ἐγένετο πλέον βουλόμενος ἡ ὅσον ἐδυνήθη.

ἀλλ’ ὅμως | φησὶν ὑπὲρ ἅπαν- [*](R III 167) τάς με φιλεῖν καὶ τῇ γνώμη παριέναι τὴν φύσιν καὶ προσόμνυσι, πρᾶγμα ποιῶν ἀρχαῖον, ἐπιορκῶν, ὧς δὴ πλεῖστον τῆς γῆς τῶν θεῶν ἀπεχόντων καὶ οὐδὲν ἐν αὐτῇ τῶν πραττομένων ἢ λεγομένων εἰδότων. ὅτι δὲ οὐτῶ ταῦτ᾿ ἔχει, μάθοι τις ἂν ἐκεῖθεν.