Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

τοῦ γὰρ νόμου καθ’ ὂν οὐκ ἔξεστι τοῖς ἄλλοις εἰς τὰς τῶν ἀρχόντων καταγωγὰς βαδίζειν ἥκοντός τε καὶ κρατοῦν- τος καὶ τὰς εἰσόδους κωλύοντος τὰ μὲν τῶν ἄλλων ἐκεῖσε γραμματεῖα καθ’ ἑκάστην φέρεται τὴν ἡμέραν γιγνομένων ἀντὶ τῆς γλώττης τῶν γραμμάτων, ἐμὸν δὶ οὐδέποτε. τὸ δ’ αἴτιον, πρὸς τοὺς μὲν εἶπεν, ὅτι δεῖ πέμπειν καὶ περιεῖναι τοῦ νόμου, πρὸς ἐμέ δὲ οὔ. καίτοι καὶ μὴ πειθόμενον τοῖς πρώτοις ῥήμασι δευ- τέροις ἔδει καὶ τρίτοις ἐπαναγκάζειν καὶ τὴν σπουδὴν ἐκτεῖναι μέχρι τοῦ τέλους ἔχουσάν τι καὶ ἀπειλῆς ἢ γένοιτ᾿ | ἂν ἐκ φιλίας. νῦν δέ μοι δοκεῖ τῶν [*](R III 168) μέν ἄλλων εἵνεκα καταμέμφεσθαι τὸν νόμον, τῷ δὲ πρὸς ἐμὲ μέρει θαυμάζειν.

[*](13 cf. or. LI p. 3 sq. et LII p. 23 sq. 16 Isocr. Panath. p. 277 a)[*](1 αὐτὸν Par Mor 2 τὰ τῶν φίλων. ἀλλ᾿ inserui, τά τῶν ίλων post φίλους inser coni Re 6 δ’ Re 9 ἐπίορκου Par Mor 11 τῶν om Par Mor 17 ἐμὸν scripsi auctore Re ἐμῶν libri edd 18 τους Ρ 19 περιεῖναι <ταύτῃ> < τοῦ coni Re 20 πειθόμενος Mor 22 ἣ om Par Mor)
98

62. Ὡς δέ λέγει μὲν φιλεῖν, πράττει δὲ τοὐναντίον, Ῥωμύλος πάλιν ἑλκόμενος δείκνυσιν. ὂν ἑλκόμενον ᾔδει πάλιν ἐγκείμενον ἐμοί. καίτοι τοῦ γε φιλοῦντος ἣν οὐ κακὸν εὗδον ἀνεγείρειν, ἀλλ’ εἰ καί τις ἄλλος ἐπεγείροι, κοιμίζειν. νῦν δὲ κἀκείνῳ περιέστησε τοὺς δάκνοντας, ὅπως ἐκεῖνος ἐμέ. καὶ τοῦτο δρᾶται πολλά- κις καθ’ ἑκάστην ἡμέραν οὐκ ἐωμένης τῆς πρὸς τοὺς νέους ὁμιλίας κόσμῳ χωρεῖν.

63. Ἀλλ’ ἐκεῖνο φιλοῦντος, εἰπέ μοι, τὸ φυγεῖν δικάσαι τὴν δίκην ἐν ἡ διά τὴν τῶν δικαίων ἰσχὺν ᾔδει μοι θησόμενος; καίτοι καὶ παρεκάλει πρότερον [*](R III 169) εἰσελθεῖν καὶ τὸ μέλλειν ἐμέμφετο καὶ | μεθ’ ἡμῶν ἔλεγεν εἶναι τοὺς νόμους.

ἀλλ’ ἐκεῖνο μὲν ἣν ἑαυτῷ τι πράττοντος, τουτὶ δὲ ἐπ’ ἐκείνῳ τετε- [*](15) λεσμένῳ τοῦ πρὸς ἐμὲ μίσους. ἐκεῖνο μὲν οὖν ζητῶν ἐξηπάτα, ἔχων δὲ οὐκ εἴα, ἀλλ’ ἔχων] ἐπεβούλευε καὶ τῆς πάντως ἑπομένης μοι νίκης ἀποστερῶν, ὡς χαρί- σαιτο τοῖς κόλαξιν, εἰς τοῦθ’ ὑπήγαγε τὴν δίκην, ὥστ’ αὐτὴν σεσιγῆσθαι τῷ μηνί.

[*](2 cf. p. 88,1 sq. 4 Sim. fr. 37, 16 Β. Eur. Suppl. 1147 6 cf. ad p. 85,17 8 cf. Her. II 52,1. Aesch. Pers. 400 10 cf. p. 105,14 sq. 11 cf. t. II 272,14 18 cf. Dem. p. 423,26 19 cf. t. II 221,12)[*](4 εὔδοντ’ Par Mor 5 ἐπεγείροι scripsi coll. p. 102,12 ἐπιφέρει libri edd at „malim ἐπεχείρει“ Re | κἀκεῖνο Par Mor)[*](6 καὶ bis Par γρ ὃς in marg Mor 8 χαίρειν Mor 9 φιλοῦν Par Mor 10 τὴν δίκην scripsi e Ρ sed supra ι ras et et κην suprascr m 5, Ι sed κην m 2 cum Cobeto Coll. 258 τηνδὶ CA Re τὴν διενηνοχυῖαν Par Mor | ἐν ἧ om Par Mor | δικαίων scripsi auctore Cobeto ἀδίκων libri sed ων in ras 7 litt I 3, edd 11 ἤδη λυθησόμενος Par Mor 13 ἐκείνῳ Par Mor 16 ἔχων reposui e sequentibus ζητῶν libri edd εὑρὼν Re Anim | ἔχων cancellavi 17 πάντως in marg A 2 et inser I 3 18 τοῦθ’ Ρ sed θ e τ corr m 4 19 σεσιγῆσθαι. τῷ μηνὶ ἤκουσεν ΑΡΙ | μήκει coni Re Anim)
99

65. Ἤκουσεν ὅτι προσήκει λῦσαι κακῶς τινα δε- θέντα μέλλοντα τὴν βουλὴν ὠφελήσειν. οὐκ ἔλυσε. διὰ τί; ὅτι ὁ τοῦ δεσμώτου μνησθεὶς ἣν ἐγώ. τῶν αὐτῶν δὲ παρ’ ἄλλου λεγομένων λόγων ἐλύετο ἂν οὐκ ὄντος ἀχρήστου τοῦ λέγοντος τοῖς Εὐσταθίου πράγ- μασιν, ὧσπερ ἐγώ.

66. Ἦν δέ, ὡς ᾤετο, χάρις καὶ ἐν οἶς ἠπείλει Θαλασσίῳ βουλεύσειν αὐτόν. καὶ ἡ πρόφασις μάλ’ ἐπι- εικής, τὸ | κύριον ὄντα ἐκεῖνον τῶν δεδειγμένων [*](R III 170) ἡμῖν λόγων αἰτοῦντι μὴ διδόναι τηροῦντα τὴν δίψαν. ὁ δὲ ἐδίψησε μὲν τούτων οὐδεπώποτε, δοκεῖν δὲ ἐβού- λετο, κερδαίνειν ἴσως τι νομίζων εἰς δόξαν, οἷόν τι καὶ περὶ τὸν υἱόν. ὂν ποτέ μὲν ἄξειν, ποτὲ δὲ μετα- πέμψεσθαι, ποτὲ δὲ πέμψειν λέγων ὡς ἐπὶ βελτίω ῥεύματα εἶχεν ἐν Τυρῷ τε καὶ τοῖς χείροσιν, ὡς αὐ- τὸς ἔφασκε, λόγοις, πρὶν δὴ ἡ ἀρχὴ δεῦρο μετὰ τῶν ἀδελφῶν τὸν νεανίσκον ἐκάλεσε.