Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ἀλλ’ εἰσελθών ποτε ὡς αὐτὸν ἐσπέρας καὶ περὶ τῆς ἀθυμίας τοῦ ποιητοῦ διελθὼν καὶ ὧς ἡγοῖτο ἀδικεῖσθαι μηδέτερον ἀκούων, μήτ᾿ εἰ [*](8 ΙΙ. σ 240 13 cf. ep. 888 20 cf. t. II 458,1) [*](1 μὲν om Par Mor | ἐμέ Re 7 πιὼν scripsi auctore Re coll. t. III 223, 10 R πίνων libri edd | δὲ Par edd | δὲ Re) [*](8 ἠλίθιος Mor sed γρ ἥλιος in marg 9 έν Mor 10 εἶ- πεν A 15 ταὐτῶ C 19 ἡλικίαν Par Mor 20 αὐτῶν Par Mor 21 καθημέραν Par Mor 22 αὐτὸυ Ρ sed in ras m4) [*](24 ἡγεῖτο Par Mor | μηδ’ ἕτερον Par Mor)

96
μένειν μήτ’ εἰ ἀπιέναι χρή, πρὸς τοίνυν ταῦτα ἀπο- λογίας ἀπορῶν, ἠδίκει γάρ σαφῶς, ἀλλ’ ἐγώ, φησί, [*](R III 165) μέρος αὐτὸν ποιήσω τῆς ἑορτῆς | καὶ λήψε- ται τὸν Μουσηγέτην ἀκροατὴν ἐν Δάφνη.

λυπηρὸν μέν οὖν καὶ τοῦτο τῷ Διφίλῳ ἀντὶ τοῦ ἄστεος τὸ προάστειον ἔχειν, ὅμως δέ ἐπείθετό μοι φέρειν καὶ προσεδόκα κλήσεις δι’ ἐπιστολῆς εἰς Δάφ- νην μετὰ τὴν Σελεύκειαν. ὁ δὲ καταγελάσας μὲν Διφίλου, καταγελάσας δέ ἐμοῦ παρεῖχεν αὑτὸν ἑτέροις ἔπεσιν ἃ πρόσθεν ἐπεφεύγει. Δίφιλος δὲ ἣν οὐδαμοῦ οὐδ’ ἐγώ. δεινὸν γὰρ ἐνόμιζεν, εἰ πρὸς τὴν Παλαι- στίνην ὑπάρξει Διφίλῳ λέγειν εἶναί μοί τινα δύναμιν οἵαν φίλον ὠφελεῖν. ἐκεῖνος μὲν οὖν ἀπῆλθεν εἰπὼν οὐκ ἀμελήσειν τῆς δίκης ἢν οἶδεν ὀφειλομένην αὑτῷ, ἐμοὶ δ’ ἀρκεῖ τὸ δεῖξαι πᾶσιν ἀνθρώποις, ὡς κἀν τούτοις ἠτιμαζόμην.