Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
τί οὖν αὐτοὺς ἔδει διδάσκειν, ἀφ’ ὧν ἐκκρούσειν ἔμελλον τὸ περὶ τούτων πέρας; τί δὲ ποιεῖν καταγέλαστον ἐμέ τε καὶ ἐκεῖνον; ἢ τοῦτ’ αὐτὸ καὶ τὸ κατασκευαζόμενον ἣν γενέσθαι καταγελάστους ἡμᾶς; τοῦτ’ οὖν τιμὴν ποιήσεταί τις; τί δέ, ἐκεῖνο τιμὴν τὸ μετὰ χλευασίας ἐκβάλλειν με τοῦ δικαστηρίου; [*](5 cf. t. III 150,16. Sievers p. 186 17 Dem. p. 1021,14 et 23; 1102,19; 1266,11 21 cf. Dem. p. 705,2) [*](2 καὶ τἀς Par Mor 7 ὧν Mor sed γρ τῶν in marg 9 κείνων Par Mor 10 δέ Par edd 11 ἂν ἄγων Α sed ἀν del ἄγων Par Mor 18 εἷτ’ Α sed in corr et coni Mor εἴτ᾿ reliqui libri Mor 14 εὐσεβίου CAPI | ἐρέσθαι scripsi ἐρέσθαι libri sed ex ἐρέσθαι corr P 4, edd | εἶτ᾿ coni Mor εἴτ’ libri edd 15 αὐτοῖς Par Mor | αὐτῶν Par Mor 17 περὶ Ρ sed ερὶ in ras m 4, ut videtur, e ρὸ vel ρὸς corr παρά Ι 18 καὶ om Mor | κἀκεῖνον Ι | καὶ delendum? 20 οἰήσεταί Cobet Coll. 257 at cf. Plat. Gorg. p. 489 C ἕρμαιον τοῦτο ποιούμενος)
ἐβούλετο μὲν | γὰρ ἀπελθεῖν με ὧς ἂν οὐχ [*](R III 162) ἡδέως ὁρῶν, φυγὼν δὲ τὸ διαρρήδην εἰπεῖν, ὧς ἀπ- ελθὼν χαριοῦμαι, τὴν ὁδὸν προστησάμενος καὶ τὸ αὐτίκα ἅψασθαι τοῦ πράγματος ἐμὲ μὲν ἤπειξε καλέσαι χεῖρας αἵ με διεξοίσουσι, καὶ ἣν ἔξω τῶν πυλῶν τιμᾶν αὐτὸν ἀξιῶν οἷς ἐν τῷ τοιούτῳ νόμος. ὁ δὲ ἠρίστα μένων καὶ πιὼν ἐκάθευδεν. ἐγὼ δ’ ἔκαμνον, ὁ δ’ Ἥλιος οὐ πόρρω τῶν Ὠκεανοῦ ῥευμάτων. ἀπειπὼν οὖν ἐπ᾿ ἀπειποῦσι τοῖς οἰκέταις ἔστενον, πρίν γε δή τις ἐλεήσας τὸ γιγνόμενον εἶπε τό | τε ἄριστον [*](R III 163) καὶ τὸν ὕπνον. οὕτω δὴ ἀπηλλαττόμην οὐ σφόδρα ὑγιαίνων.
55. Ἀλλ᾿ ἐν τοῖς περὶ Δίφιλον τὸν Δαναοῦ τοῦ γραμματιστοῦ τοῦ νέους πολλοὺς πεπαιδευκότος, πράτ- των δὲ οὕτος ταὐτὸ τῷ πατρὶ νικᾷ τὸν πατέρα τῷ καὶ ποιητὴς ἀγαθὸς εἷναι, τούτοις οὑν τετίμημαι; ἀλλ’ ὧς μὲν αὐτὸν ἀνέστησε τῆς Παλαιστίνης οὐδὲν δεό- μενον ὑποσχόμενος θέατρά τε καὶ τὸν ἀπ᾿ αὐτῶν χρυ- σὸν καὶ ὧς εἰς Κιλικίαν ἀγαγὼν μετ᾿ οὐδεμιᾶς τῆς παρ’ ἑαυτοῦ βοηθείας σιγήσαντα ἐπανήγαγεν | ἀριθμή- "[*](R III 164) σαντα τἀς πόλεις καὶ τῇ καθ’ ἡμέραν δαπάνῃ κάμνοντα, ταυτὶ μὲν ἐάσω.