Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ἤλπιζον μέν οὖν οἱ περὶ τὰς θύρας φανέντα με μόνον παύσειν εὐθέως τὸ φοβοῦν, ὁ δ’ ἔνδον ὄντος ἤδη εἰσάγει μέν τὸν πολιτευόμενον ὑπὸ φωνῶν αἳ τὴν καρδίαν σείουσι. καὶ πάλιν αἰ δεξιαὶ τοῖς βασανι- σταῖς ὑπέρ αὐχένος. καινὸν μέν τι τοῦτο καὶ πρῶτον [*](18 cf. t. II 91,12 20 Arist. Ach. 12) [*](2 τα Ρ 3 τά Ρ sed in ras m 2 | τε om Par Mor 7 μῖμος Ρ sed in ras m 4 9 post δέ ras 4—5 litt Ι | διδα- σκάλῳ] δὴ καλῶ Par δὴ καλῶν Mor 10 post τούτων lacunae signa posuit Mor | ἑνὶ] ἐν ἐνὶ Par Mor „ego malim ὥσπερ ἑνός aut ὧς περὶ ἑνός“ Re θηρᾶ Par θύραν Mor sed γρ θηρᾶν in marg 13 τοῦδε Α 15 δ’ Re 17 εἰ Par Mor 18 ὃ δ᾿ A ὅδ᾿ Ι τὁῦδ᾿ Par τοῦ δ᾿ Mor 19 ἤδη P sed η (2) in ras m 2 | ὑποφωνῶν ΑΙ | ἃ ΑΡΙ 21 μέντοι CPar Mor)

90
ὑπὸ σοῦ γενόμενον, εἴ τις ἕτερος βοηθήσων ἀφῖκτο, ἀλλ’ ὁ τὴν ὀργὴν πεποιηκὼς ἣν ὁ τιμώμενος ἐγώ. οὗ παρακαθημένου στήθη τε καὶ ὤμους καὶ νῶτα καὶ [*](R III 154) γαστέρας ἀνθρώπων | ταλαιπώρων ἐδείκνυες, ἴνα δὲ σφῶν ὑποθεὶς μάστιξιν ἔξαινες, ὃ ἐμοὶ κἀν ὀνεί- ρασιν ἀφόρητον, ὥστ᾿ ἰλιγγιῶν τῇ καρδίᾳ πηδώσῃ τὴν δεξιὰν προσῆγον.

τοιαῦτα τοῖς ἐμοῖς ὀφθαλμοῖς τε καὶ ὠσὶν ἐχαρίζετο καὶ ὡς ἐξεφερόμην, ῥήματα ἠφίει κατ’ ἐμοῦ πολλὴν ἔχοντα βλασφημίαν ἁμιλλω- μένην πρὸς τὴν πρὶν εἰσελθεῖν με γεγενημένην. ὑπὲρ ὧν ἀμφοτέρων ὕστερον ἐπυθόμην τῶν συνήθων τινὸς καὶ μηνύσαντος καὶ παραινέσαντος μήτε θαμίζειν ὡς αὐτὸν μήτ’ ἀξιοῦν τινος τυγχάνειν.

45. Τὰ τοίνυν Ἰουλιανόν, οὐ διατετέλεκα κηδό- μένος, καθελόντα πῶς οὐχὶ καὶ τἀμὰ καθῄρει τῷ μηδὲν ὠφελεῖν δύνασθαι; τὸ μὲν γὰρ βούλεσθαι πᾶσιν ἣν δήπου δῆλον. τὸν οὖν ἄνθρωπον τοῦτον τὸν τὴν μικρὰν οὐσίαν ἢν εἶχεν ἀνηλωκότα περὶ τοὺς τῶν [*](R III 155) ἀρμάτων | δρόμους, καταστάντα πραγμάτων ἐπι- μελητὴν ὐπ’ ἀρχῆς οὐκ ἀφανοῦς, ὧν τὰ μὲν ἐν τῇ πόλει, τὰ δὲ ἐπιόντα τοὺς ἀγροὺς ἔδει θεραπεύειν, τοῦτον τοίνυν αὐτὸς ἀπήλασεν οὔτε κατηγόρων γρα- ψαμένων οὔτε πραγμάτων ἀντὶ τῆς ἐκείνων φωνῆς [*](14 cf. p. 81,4 8) [*](1 γενὀενον e γεγενημένον corr Α γενόμενον οὐκ ἂν aut οὐκ ἂν γενόμενον coni Re num <γενόμενον οὐδ᾿ ἂν> ὑπὸ γε- νὀμενον? 6 πηδῶσι C 9 ἀφίει Par Mor 11 ἐπειθόμην C) [*](14 οὐ τετέλεκα Par Mor 16 γάρ οὖν Par Mor 18 τῶν om Par Mor 20 ὧν scripsi cum Re Anim e Ρ sed ὧ ex ὃ corr, Ι ὃν CA ὄντα Par ὄντα, τά Mor sed γρ ὄντα in marg | τα P 22 αὐτὸς scripsi auctore Re αὐτὸν libri edd 23 οὔτε bis P sed alterum m 2 τῶν ante πραγμάτων inser I)

91
γεγενημένων, ἀλλ’ ὅτι πάλαι κακῶς ὑπὸ τοῦδε πάσχων ἐκεῖνος οὐκ ἐσιώπησε. καὶ οὐκ ἐνεθυμήθη πρὸς αὐ- τόν, ὅτι τοιαῦτα οὐκ οἴσω ῥᾳδίως οὐδ’ ὅτι πολλάκις εἴποιμι πρὸς αὐτόν, ὅτι βουλοίμην ἂν εὖ πράττειν τὸν ἄνθρωπον.

46. Ἆρ’ οὖν καὶ τούτοις τετίμημαι; ἢ καὶ τοῖς περὶ τὸν παῖδα τὸν Βύζου; ὂν ὕβρισε μέν τις ὑπ’ ὀργῆς, νήψας δ᾿ αὑτὸν κατεμέμφετο καὶ τῷ δεδομένῳ παρὰ τῶν νόμων χρώμενος | ἐπ’ ἀμυθήτοις γε τοῖς [*](R III 156) κεκριμένοις ἐδεῖτο τῆς αἰτίας ἀφίστασθαι καὶ μηδένα εἶναι τὸν ἀναγκάζοντα διώκειν. ὁ δέ, ἀλλὰ δίς, ἔφασκε, διώκειν, κἂν εἰ μὴ βούλοιο, βουλόμενος λαβεῖν ὑπὸ χεῖρα τὸν νέον. ἐνταῦθα τί μὲν οὐκ εἶπον; τί δέ τῶν εἰς δεήσεις φερόντων παρέλιπον, οὐκ ἀδικοῦντα ῥυόμενος, ἀλλ’ ὅπως μὴ πάθοι τι κακὸν ἀδίκως; ὁ δ’ ἔμενε πολεμῶν τε τῷ νόμῳ καὶ τὴν ἐπι- θυμίαν τὴν αὐτοῦ πρὸ τῆς ἐκείνου φιλανθρωπίας ποιούμενος.

47. Καλή γε ἡ τιμὴ καὶ πρὸς ταύτῃ γε ἐκείνη. ἠξίουν μὲν αὐτὸν ἐλευθερῶσαι τῆς σιτηγίας | τοῦ [*](R III 157) θεοῖς ἐοικότος τε καὶ ὁμιλοῦντος τοῦ φιλοσόφου τὴν ναῦν καὶ δοῦναί οἱ δι᾿ ἐμοῦ τὴν χάριν οὐδὲν αὐτοῦ [*](20 cf. Dem. 1286, 17 21 cf. p. 36, 13 | Thalassii cf. p. 99,8; t. III 289,11; 816,5) [*](2 αὐτὸν Par Mor 8 ταῦτα Par Mor | ἐποίσω C 6 τε- τίμηται‚ εἰ Par Mor 7 Βύζου scripsi Βίζου libri edd | ὕβριζε Mor | μέν om Par Mor 8 δέ Par edd | αὐτὸν αὑτὸν e CAPI αὐτὸν Par edd 9 τὸν νόμον Ι 12 εἰ κἂν Par Mor | βούλοιτο coni Re 15 πάθοι τι] πάθοιτο Par Mor 16 ὃ δ᾿ Α ὅ δ’ Ρ sed add m 4 ὅ δὲ Ι ὅδε Par Mor | μὲν ἐμπο- λεμῶν Par Mor 20 ἐλευθερῶσαι inser Par 2 21 τὴν ναῦν om Mor 22 χάριν] ναῦν Mor)

92
μου δεδεημένου, μὰ τοὺς θεούς, ἐπαγγεῖλαι τὴν χάριν. τουτὶ δέ αὐτῷ πρὸς πολλοὺς ἐπέπρακτο δι’ ἀφθονίαν πλοίων τοὺς οὐ πάντα ἡμῶν βελτίους. ἀλλ’ ἡ ναῦς αὕτη τὴν σωτηρίαν ἔφερε καὶ βασιλεῖ καὶ στρατιώταις καὶ πόλεσι ταῖς ὑπὲρ τὰς ἄλλας. καὶ κίνδυνος ἣν αὐτῷ μηκέτ’ ἔχειν τὴν κεφαλήν. οὐ γὰρ ἐχρῆν ἐμὲ [*](R III 158) αἰτεῖν τὴν ἄφεσιν, ἀλλ’ ἕτερον εἶναι τῶν ἐν | δου- λείᾳ διὰ τῆς κολακείας αὐτὸν ἐχόντων.

48. Καὶ γὰρ Δομνίνῳ γε τῷ σοφιστῇ τὴν παρά τῶν πολιτῶν αὐτοῦ Χαλκιδέων ἐψηφισμένην τιμὴν τοῦτ᾿ ἂν ἐποίησε κυρίαν. νῦν δ’ ὁ δίκαιον ἂν ἦν καὶ καλὸν καὶ εὔλογον τῆς παρ’ ἄλλου σπουδῆς τυγ- χάνον, τοῦτο καὶ ἄδικον καὶ αἰσχρὸν καὶ λόγον οὐκ ἔχον μέλλον γέ τινα ἡδονὴν οἴσειν ἐμοί.

49. Ὅτι δ᾿ οὐ κακῶς εἰκάζω, γνοίη τις ἂν ἐντεῦθεν. τὸ δεσμωτήριόν ποτε διορύξαντές τινες τῷ τοῖς σώμασι περικειμένῳ σιδήρῳ τῆς νυκτός σφισι συναγωνιζομένης ἐτράποντο πρὸς λῃστείαν. καὶ οἱ μὲν ἐπετίθεντο τοῖς ὁδοιπόροις, ὁ δὲ ἄρχων ἐφ’ οἷς ἣν ἡ θύρα τὴν αἰτίαν ἦγεν. οἱ δ’ ἀπέφαινον αὑτοὺς ἀναιτίους, ὡς μὴ εἶναι τιμωρίᾳ χώραν. ἕτερος ἄρχων καὶ κρίσις ἑτέρα καὶ τὸ μὴ μετὰ τῶν φυλάκων τετολμῆσθαι τὸ ἔργον ἀν- ωμολόγητο.

τρίτος οὗτος ἧκεν ἐπὶ τὰ κεκριμένα κὰτ οὐδεμίαν τοῦτό γε ἐξουσίαν ποιῶν, ὥσπερ οὐδ’ ὁ [*](5 cf. t. II 143,3 9 cf. p. 87,12 sq.) [*](1 ἀγγεῖλαι Par ἀναγγεῖλαι Mor sed γρ ἀγγεῖλαι in marg 2 δ’ Re | αὐτοῦ Mor 6 κεφαλήν. οὐ. (= Neutiquam) οὐ γάρ coni Re 10 αὖ Par Mor 14 μᾶλλον Par Mor | οἶσον Mor sed γρ οἴσειν in marg 15 ἂν ἦν ἐντεῦθεν Par Mor 19 θύρα Mor sed γρ θήρα in marg 20 οἳ Α οἴ ΡΙ | αὐτοὺς Ρ sed in corr in ras m 2, Par Mor 24 οὐδὲ μίαν Α)

93
δεύτερος. οἱ δ’ εἶναί | μέ τι παρ’ αὐτῷ νομί- [*](R III 159) ζοντες ὧν ἐπὶ τὰ σώματα ἐβάδιζεν ἐλθόντες ἱκέτευον ἐμέ, τοῦτον δέ εὐθὺς ἐγώ. ὁ δὲ τραγῳδεῖ τε τὴν διορυχὴν καὶ τὰ πραχθέντα τοῖς ἀνδράσι καὶ ὧς ἀσελ- γαίνοιεν γράμμασιν ἐκεῖνοι καὶ ὡς πραχθείη τοῖς κατα- ράτοις ὑπὸ τῶν φυλάκων ὁ δρασμός. τῆς οὖν ἐμῆς ἀδυναμίας ἐξελεγχομένης καταφεύγουσιν ἐφ’ ἕτερον. ᾧ πολλῶν οὐκ ἐδέησε ῥημάτων καὶ ὁ τε φόβος ἐλέλυτο οἵ τε λῃσταὶ τῶν φυλάκων εἰδότων οὐδὲν σφᾶς αὐ- τοὺς ἀπηλλάχεσαν.

51. Ἀλλ’ ὅμως μέγαν με πεποιηκέναι φησί. ποῦ ποτε; | ὅτε Μόνιμον τὸν πολιτευόμενον, τὸν ἐμὸν "[*](R III 160) ὁμιλητήν, τὸν ὁμιλητοῦ πατέρα ταῖς διὰ τοῦ μολύβδου πληγαῖς ἀπώλλυ; τούτοις οὖν με μέγαν καὶ ζηλωτὸν ἐποίεις ἐπ’ ἐμῇ λύπῃ πληγαῖς χρώμενος. ὧν οὐ δεῖν καθαρά τηρεῖν τὰ σώματα τῶν πολιτευομένων. ἐφ’ αἷς [*](15 cf. t. III 57,13 sp.) [*](1 οἳ Α Mor οἵ Ρ sed add m 4, IPar 3 δ’ Re | τρα- γῳδεῖται Par Mor 4 διορυχὴν reposui ex AI coll. t. I 256, 20 διωρυχὴν reliqui libri at ω in ras P 3, edd | ἀσελγαίνοιεν CPar Mor 5 ἐκεῖνος Mor 6 ὑπὸ CA sed in hoc γρ οἷα in marg, Ρ sed in hoc in ras m 4 οἷα IPar Mor 9 λῃσταὶ I | σφάς Ι sed in corr m 2 11 φασί Mor sed γρ φησὶ in marg πουποτὲ CAPar ποῦ πότε Ρ sed add m 2 et supra ε eras που πότε Ι πούποτε Mor num ποῦ; πότε;? 12 ὅτε reposui e CAPI ὅτι Par edd 13 μολύβδου Par sed μολίβδου m 2 in marg μολίβδου Re cf. t. III p. XXXXIII πληγαῖς — 16 λύπη in Par 2 et praemisso vocabulo σχολ. in marg Mor | ἀπόλλυ Par Mor signum interrogationis reposui e Ρ sed comma scr m 2 et punctum suprascr m 4, et Ι | με om Par Mor | ζηλωτὴν Ρ sed η in ο corr m 2, Ι 15 ἐμὴ λυπῆ Par | χρώμενον Μοι sed γρ χρώμενος in marg | οὐ δεῖν P sed δεν(?) supra δεῖν scr m 2 „malim ἔδε鍓 Re 16 ὑφ᾿ Par Mor)

94
ἐγὼ συγκεκαλυμμένος ἀπῄειν αὐτὸς ἡγούμενος εἰλη- φέναι τὰς πληγάς, εἰ καὶ Μόνιμος ἣν ὁ κομισθεὶς ὑπὸ τῶν ἰατρῶν ἐπὶ τὸ βαλανεῖον. οὐ δεῖ δὴ συμμάχου τοῖς τά τοιαῦτα ἰωμένοις.

52. Νὴ Δί’, ἀλλ’ ἐν τοῖς πρὸς Εὐσέβιον τὸν σοφιστήν, τὸν οὐχ ἧττον ἄξιον ἡγῶ καλεῖσθαι σοφιστήν, ὑπέρ τῶν εἰς Μόνιμον ἀπολελόγηται. ἀλλ’ εἰ καὶ μὴ κακῶς εἶχεν αὐτῷ τὰ πρὸς ἐκεῖνον, τού- τοις ἂν ἐδείκνυ τὴν ὕβριν κινῶν μέν ὑπάρχου γνώ- [*](R III 161) μὴν, τὰ δ’ εἰληφότα τέλος εἰς | ἀρχὴν αὖθις ἀνάγων, παρακαλῶν δέ πρὸς μάχην ὑπὲρ τῶν ἤκιστα δεομένων ἀγῶνος. καίτοι γραμμάτων ἔδει τῶν σεμνο- τέρων ποιήσασθαι τὴν ἀνάγνωσιν, εἶτ’ ἐμὲ περὶ τῆς ἐν Εὐσεβίῳ δυνάμεως ἐρέσθαι, εἶτ’ ἐκείνους, εἰ μὴ συνίσασιν αὐτοῖς γεγραφόσι περὶ αὐτοῦ τέτταρα ψη- φίσματα.

τί οὖν αὐτοὺς ἔδει διδάσκειν, ἀφ’ ὧν ἐκκρούσειν ἔμελλον τὸ περὶ τούτων πέρας; τί δὲ ποιεῖν καταγέλαστον ἐμέ τε καὶ ἐκεῖνον; ἢ τοῦτ’ αὐτὸ καὶ τὸ κατασκευαζόμενον ἣν γενέσθαι καταγελάστους ἡμᾶς; τοῦτ’ οὖν τιμὴν ποιήσεταί τις; τί δέ, ἐκεῖνο τιμὴν τὸ μετὰ χλευασίας ἐκβάλλειν με τοῦ δικαστηρίου; [*](5 cf. t. III 150,16. Sievers p. 186 17 Dem. p. 1021,14 et 23; 1102,19; 1266,11 21 cf. Dem. p. 705,2) [*](2 καὶ τἀς Par Mor 7 ὧν Mor sed γρ τῶν in marg 9 κείνων Par Mor 10 δέ Par edd 11 ἂν ἄγων Α sed ἀν del ἄγων Par Mor 18 εἷτ’ Α sed in corr et coni Mor εἴτ᾿ reliqui libri Mor 14 εὐσεβίου CAPI | ἐρέσθαι scripsi ἐρέσθαι libri sed ex ἐρέσθαι corr P 4, edd | εἶτ᾿ coni Mor εἴτ’ libri edd 15 αὐτοῖς Par Mor | αὐτῶν Par Mor 17 περὶ Ρ sed ερὶ in ras m 4, ut videtur, e ρὸ vel ρὸς corr παρά Ι 18 καὶ om Mor | κἀκεῖνον Ι | καὶ delendum? 20 οἰήσεταί Cobet Coll. 257 at cf. Plat. Gorg. p. 489 C ἕρμαιον τοῦτο ποιούμενος)

95

ἐβούλετο μὲν | γὰρ ἀπελθεῖν με ὧς ἂν οὐχ [*](R III 162) ἡδέως ὁρῶν, φυγὼν δὲ τὸ διαρρήδην εἰπεῖν, ὧς ἀπ- ελθὼν χαριοῦμαι, τὴν ὁδὸν προστησάμενος καὶ τὸ αὐτίκα ἅψασθαι τοῦ πράγματος ἐμὲ μὲν ἤπειξε καλέσαι χεῖρας αἵ με διεξοίσουσι, καὶ ἣν ἔξω τῶν πυλῶν τιμᾶν αὐτὸν ἀξιῶν οἷς ἐν τῷ τοιούτῳ νόμος. ὁ δὲ ἠρίστα μένων καὶ πιὼν ἐκάθευδεν. ἐγὼ δ’ ἔκαμνον, ὁ δ’ Ἥλιος οὐ πόρρω τῶν Ὠκεανοῦ ῥευμάτων. ἀπειπὼν οὖν ἐπ᾿ ἀπειποῦσι τοῖς οἰκέταις ἔστενον, πρίν γε δή τις ἐλεήσας τὸ γιγνόμενον εἶπε τό | τε ἄριστον [*](R III 163) καὶ τὸν ὕπνον. οὕτω δὴ ἀπηλλαττόμην οὐ σφόδρα ὑγιαίνων.

55. Ἀλλ᾿ ἐν τοῖς περὶ Δίφιλον τὸν Δαναοῦ τοῦ γραμματιστοῦ τοῦ νέους πολλοὺς πεπαιδευκότος, πράτ- των δὲ οὕτος ταὐτὸ τῷ πατρὶ νικᾷ τὸν πατέρα τῷ καὶ ποιητὴς ἀγαθὸς εἷναι, τούτοις οὑν τετίμημαι; ἀλλ’ ὧς μὲν αὐτὸν ἀνέστησε τῆς Παλαιστίνης οὐδὲν δεό- μενον ὑποσχόμενος θέατρά τε καὶ τὸν ἀπ᾿ αὐτῶν χρυ- σὸν καὶ ὧς εἰς Κιλικίαν ἀγαγὼν μετ᾿ οὐδεμιᾶς τῆς παρ’ ἑαυτοῦ βοηθείας σιγήσαντα ἐπανήγαγεν | ἀριθμή- "[*](R III 164) σαντα τἀς πόλεις καὶ τῇ καθ’ ἡμέραν δαπάνῃ κάμνοντα, ταυτὶ μὲν ἐάσω.

ἀλλ’ εἰσελθών ποτε ὡς αὐτὸν ἐσπέρας καὶ περὶ τῆς ἀθυμίας τοῦ ποιητοῦ διελθὼν καὶ ὧς ἡγοῖτο ἀδικεῖσθαι μηδέτερον ἀκούων, μήτ᾿ εἰ [*](8 ΙΙ. σ 240 13 cf. ep. 888 20 cf. t. II 458,1) [*](1 μὲν om Par Mor | ἐμέ Re 7 πιὼν scripsi auctore Re coll. t. III 223, 10 R πίνων libri edd | δὲ Par edd | δὲ Re) [*](8 ἠλίθιος Mor sed γρ ἥλιος in marg 9 έν Mor 10 εἶ- πεν A 15 ταὐτῶ C 19 ἡλικίαν Par Mor 20 αὐτῶν Par Mor 21 καθημέραν Par Mor 22 αὐτὸυ Ρ sed in ras m4) [*](24 ἡγεῖτο Par Mor | μηδ’ ἕτερον Par Mor)

96
μένειν μήτ’ εἰ ἀπιέναι χρή, πρὸς τοίνυν ταῦτα ἀπο- λογίας ἀπορῶν, ἠδίκει γάρ σαφῶς, ἀλλ’ ἐγώ, φησί, [*](R III 165) μέρος αὐτὸν ποιήσω τῆς ἑορτῆς | καὶ λήψε- ται τὸν Μουσηγέτην ἀκροατὴν ἐν Δάφνη.

λυπηρὸν μέν οὖν καὶ τοῦτο τῷ Διφίλῳ ἀντὶ τοῦ ἄστεος τὸ προάστειον ἔχειν, ὅμως δέ ἐπείθετό μοι φέρειν καὶ προσεδόκα κλήσεις δι’ ἐπιστολῆς εἰς Δάφ- νην μετὰ τὴν Σελεύκειαν. ὁ δὲ καταγελάσας μὲν Διφίλου, καταγελάσας δέ ἐμοῦ παρεῖχεν αὑτὸν ἑτέροις ἔπεσιν ἃ πρόσθεν ἐπεφεύγει. Δίφιλος δὲ ἣν οὐδαμοῦ οὐδ’ ἐγώ. δεινὸν γὰρ ἐνόμιζεν, εἰ πρὸς τὴν Παλαι- στίνην ὑπάρξει Διφίλῳ λέγειν εἶναί μοί τινα δύναμιν οἵαν φίλον ὠφελεῖν. ἐκεῖνος μὲν οὖν ἀπῆλθεν εἰπὼν οὐκ ἀμελήσειν τῆς δίκης ἢν οἶδεν ὀφειλομένην αὑτῷ, ἐμοὶ δ’ ἀρκεῖ τὸ δεῖξαι πᾶσιν ἀνθρώποις, ὡς κἀν τούτοις ἠτιμαζόμην.