Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

τρεῖς | τοίνυν ἡμέρας διαλιπὼν πέμπει γραμματεῖον τῶν ἐλεφαντίνων ἀξιῶν τοῦ βαδίζειν ὧς ἐμέ δοθῆναί οἱ τὴν ἐξουσίαν, εἰδὼς μέν, ὧς οὐκ ἐπιτρέψω, τὴν δέ τοῦ βεβουλῆσθαι τοῦτο δόξαν ἔχειν ἐθέλων. ἐγὼ δὲ οὔτ’ ἠγνόουν ἃ φρονοῖ καὶ μένων ἐν τοῖς ἐμαυτοῦ κανόσιν οὐκ ἐπέτρεπον.

ἐκεῖνο μέντοι γε οὐκ ἠγνόουν, ὡς οὐδέ καλοῦντος ἧκεν ἄν. εἰ γὰρ ἐβούλετο, τί τοιαῦτα γράφειν ἔδει; τί δ’ ὧν ἣν κύριος, ταῦτα παρ’ ἐμοῦ ζητεῖν ἀκούειν, εἰ τοῦτο αὐτῷ ποιητέον; ἢ δέος ἦν μὴ τῶν τοῦ θυρω- ροῦ χειρῶν ἡττηθῶσιν αἱ τῶν ἐκείνου στρατιωτῶν; | [*](R III 149) ἤδει Μουσήλιος ἢν ἰχῶ πρὸς τὰ τοιαῦτα γνώμην καὶ ὡς βαρύ μοι τὸ τοῖς τοιούτοις τιμᾶσθαι. ἀλλ’ ὅμως οὐδὲν προειπὼν ἧκεν ἔργοις ἀντὶ ῥημάτων χρησάμενος. ἐβούλετο γὰρ ἐλθεῖν, οὐκ ἔφασκε βούλεσθαι.