Oratio 53

Libanius

Libanius, Oratio 53, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

εἰ δὲ λυποῦντες ὀνήσετε τοὺς παῖδας, καινὸν οὐδέν, ἐπεὶ καὶ διὰ τῶν παιδα- γωγῶν τοῦτο ὑμῖν πράττεται καί, νὴ Δία γε, παρά τῶν διδασκάλων. ἀπειλαὶ γὰρ δὴ καὶ πληγαὶ καὶ πολλὰ τὰ πικρά, ὅπου γε δὴ καὶ τὰ παρὰ τῶν τοκέων. ἀλλὰ τούτων γε τὸ κρατεῖν ἔχει καὶ δύνασθαι φύεται. καὶ τούτοις τοίνυν τοῖς οὕτω δειπνεῖν κεκωλυμένοις καὶ λυπουμένοις τοιαῦτα ὕστερον ἥξει διδόντα ῥώμην, ὥστε αὐτοῖς ἐν ἐπαίνοις ταύτας εἶναι τὰς λύπας.