Oratio 47

Libanius

Libanius, Oratio 47, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

λαμβάνοντες οὖν οἱ πράκτορες ἀντὶ καρπῶν ματα ἀναστρέφουσιν εἰς ἄστυ τῷ περὶ τοῖς ἱματίοις αἵματι δηλοῦντες ἃ πεπόνθασι. καὶ τὸν μὲν θυμού- μενον οὐκ ἔχουσιν, ἡ γὰρ τοῦ τὸν μισθὸν εἰληφότος δύναμις οὐκ ἐᾷ, ἀκούουσι δὲ οἱ δυστυχεῖς, ὅτι χρὴ καταβάλλειν ἢ μαστιγουμένους ἀπειπεῖν. οἱ δὲ οὔσης μὲν ἀνάγκης τοῦτο ποιεῖν, τὰ δὲ παρὰ τῶν ἀγρῶν ἀπεγνωκότες καὶ δεδιότες ἕτερα τραύματα, χρυσίου δ’ οὐκ ὄντος οὐδ’ ἀργυρίου πωλοῦσι μὲν θεραπαίνας θρηνοῦντες, πωλοῦσι δὲ ἀκολούθους, τροφέων υἱούς, ἀντιλαμβανομένους τῶν τοῦ πωλοῦντος γονάτων.

ἔρχονται δὲ καὶ εἰς ἀγρούς, οὐχ ὡς πρότερον μετὰ [*](R II 506) τῶν τέκνων, ἀλλ’ ἀποδωσόμενοι μετὰ τῶν | ὠνησο- μένων. καὶ τράπεζα αὐτοῖς κοινὴ παρατίθεται, τὴν τιμὴν δὲ τῆς γῆς φόρον ὁ πεπρακὼς γιγνομένην ὁρᾷ. ἐξιὼν δὲ τῶν πατρῴων, ἔστι δ’ οὗ καὶ παππῴων, πων εἰς τοὺς ἐκείνων τάφους καὶ τιμῶν τοῖς διὰ τῶν χειρῶν φιλήμασι συγγνώμην ἔχειν ἀξιῶν ἀπέρχεται. εἶτα φροντὶς ὑπὲρ τροφῆς αὐτῷ τε καὶ γυναικὶ καὶ παισίν, εἶτα οὐδαμόθεν φαινομένης ἡ τοῦ προσαιτεῖν ἀνάγκη.