Oratio 47
Libanius
Libanius, Oratio 47, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
οὕτω βουλευτὴς βουλῆς ἐξαλείφεται οὐ σπόγγου γράμματα ἀφαιροῦντος, ἀλλ’ οὐκέτ’ οὔσης οὐσίας. ταῦτ’ ἐλάττους ποιεῖ τὰς βουλὰς ἀντὶ νων, ταῦτ’ ὀλίγους τοὺς καθ’ ἑκάστην ἀντὶ πλειόνων. [*](6 cf. p. 13,12 24 cf. p. 456,23sq.) [*](2 παρὰ ΙΒΜ 4 οἱ Ι sed ο eras 5 ὅ, τί B 7 οὐ τοῦτο C 8 ἀπεγνωκότες Ρ sed πεγνω in ras m2 9 δὲ Β Got | οὐδ’ Ρ sed οὐ in ras m2 14 μὲν αὐτοῖς Β | παρα- τίθεται κοινὴ ΙΒΜ 16 πατρῴων et παππῴων ΒΜ 19 ante φροντὶς ras 2 litt Α 20 παισὶ Ι 21 τῆς βουλῆς Re) [*](22 οὐκέτ᾿ Β οὐκ ἔτ᾿ reliqui libri sed ’ (2) eras Ρ2 23 ταῦτα ΙΒΜ 24 καθεκάστην ΡΙΒΜ)
11. Τὸ δὲ ζητεῖν προστάτην οὐ μόνον ἐκείνων ἐστὶ τῶν ἀγρῶν οἱ πολλῶν εἰσι τῶν ἐχόντων ἑκάστου μέρος οὐ πολὺ κεκτημένου, ἀλλὰ καὶ οἷς εἰς ὁ δεσπό- της. καὶ οὗτοι τὸν μισθωτὸν προστίθενται τῇ τοῦ δεσπότου ζημίᾳ τὸν μισθὸν πορίζοντες καὶ διδόντες ἐξ ὧν ἀποστεροῦσι. καίτοι καὶ τῶν ἐπιφανῶν εἰσιν αἰ κῶμαι καὶ τῶν οἵων τε ὄντων χεῖρα ὀρέξαι λυπου- μένοις. ἀλλ’, οἶμαι, τὸ κακῶς ποιεῖν διώκοντες, οὐ τὸ παθεῖν φεύγοντες δυνάμεις τινῶν ὠνοῦνται, αἷς χρώ- μένοι πολλοῦ χρόνου προϊόντος καὶ 1 πρὸς τοὺς [*](R II 508) [*](5 cf. Cod. Theod. XII 1, 128 cum nota Gothofredi) [*](1 ἄν τις βοί 2 χωλεύῃ Ρ sed ἡ in ras m5 χωλεύει Ι | μικρὰ καὶ τὰ ἄλλα. ὄντα δὲ ταῦτα μικρὰ καὶ μικρὰ ποιεῖ coni Re) [*](4 σώζεται Re 5 τιμαὶ C 1 αὖ ταῖς Re αὐταῖς libri Got 8 ὦ βασιλεῦ Re 9 φοβεῖσθαι καὶ μὴ φοβεῖν coni Re) [*](10 δὴ scripsi auctore Re δὲ libri edd 14 μέρος οὐ Re μέρους τοῦ libri Got | οἷς Ρ sed ὁ in ras m2 15 μισθωτὸν Ρ sed ὢ in ras m2 μισθὸν Β 17 ἀποστεροῦσι Ρ sed στεροῦσι in ras m2 21 πολλοὶ? | καὶ πρὸς — 410, 2 ὀφθαλμὸν citat Plan l. l. | τοὺς αὑτῶν κυρίους] ἐκείνους Plan)
οἱ δὲ πρῶτοι ταῦτα τε- τολμηκότες ἔσχον ταχέως πολλοὺς τοὺς ἀκολουθήσαντας κακοῦ παραδείγματος γενομένους μιμητάς. εἶθ’ οἱ μὲν γράφονται καὶ κατηγοροῦσι, τοῖς δ’ εἰσὶ βοηθοῦντες καὶ λόγῳ <καὶ ἔργῳ> καὶ πλέον τῶν νόμων ἤνεγκεν ὁ βοηθῶν, ὥστ’ εἶναι τὸ ὁρώμενον θέαμα ἐλεεινόν. τί τοῦτο; βοαὶ τῶν περὶ τὴν γῆν ἐχόντων, γλῶτται θρα- σεῖαι, πλῆθος συνδίκων, ἀγῶνες, δίκαι, νῖκαι. καὶ ὁ μὲν εἰς γῆν κύπτων ἀπῆλθεν, οἱ δὲ ἕπονται τωθά- ζοντες. οἷον δή τι καὶ τὸ περὶ ἡμᾶς, βασιλεῦ, γεγένηται.