Oratio 47

Libanius

Libanius, Oratio 47, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

δεινά σοι ταῦτα φαίνεται, βασιλεῦ, ἀλλ’ οὐ τὰ μέγιστα ἀκήκοας, εἴπερ αἰγῶν τε καὶ προβάτων μεῖζον αἰ θυγατέρες, ὧν οὐδὲ αὐτῶν ἀπἐ- χονται. τί οὖν ἔτι δεῖ λέγειν πληγὰς καὶ ὕβρεις καὶ ὡς γυναῖκες γυναῖκας ἕλκουσι λαβόμεναι τῶν τριχῶν, καὶ ὡς φρέατα ἄχρηστα καθιστᾶσι τοῖς ἔχουσι τοῖς ὑφ’ αὑτῶν ἐμβαλλομένοις καὶ ὡς ποταμῶν ἀποστεροῦσι καὶ διὰ τούτων <καὶ> κήπων, τρέφοντες οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ἐν μέσαις ταῖς κώμαις καθημένους τὰ πολλὰ καὶ κοιμωμένους ἐπ’ οἴνῳ πολλῷ καὶ κρέασιν, ὅπως, εἴ τις τῶν ἀδικουμένων ἀλγήσας ἀμύνοιτο, πληγὴ δ’ εἰσέλθοι καὶ ἐπὶ στρατιώτην, εἶτα [*](R II 503) τοῦτ’ ὄλεθρος εἴη τῷ | πατάξαντι μηδαμόθεν ὄντος αὐτῷ μηδενὸς λόγου; δεῖν γὰρ αὑτὸν ὑποσχεῖν ἐν ἁπάσῃ μέθῃ στρατιώτῃ πάντα ἀνεχόμενον καὶ μηδὲν ἐνταῦθα εἶναι τοὺς νόμους.

τοῦτο καὶ λῃστὰς γεωργοὺς ἐποίησε, τοῦτ’ αὐτῶν εἰς τὰς χεῖρας ἐνέθηκε σίδηρον οὐ τὸν τῇ γῇ φίλον, ἀλλ’ ὃς ἀποκτίννυσι. [*](1 κλαίουσιν τοί 2 οἳ ΑΡ sed in hoc add m3 οἵ ΙΒ γε γελῶσι C 4 μὴ δὲ ΑΡΙΒΜ 8 λέγειν CAPIB λέγειν, Μ λέγειν; Got Ι πληγὰς Μ Re πληγαὶ reliqui libri Got 9 γυναῖκες num delendum et λαβόμενοι scrobemdim? | γυναῖκας om Got 10 καθιστῶσι ΒΜ 11 ἑαυτῶν Re 12 τούτων] τῶν τοιούτων Μ Ι καὶ inserui auctore Re 16 „num διέλθοι aut προέλθοι aut δέ τις ἔλθοι?“ Re Ι δὲ Re | εἰσέλθῃ Ι 18 αὑτὸν Α sed ‘ e ’ corr, Ρ αὐτὸν reliqui libri Got Ι ὑποσχεῖν αὐτὸν ΒΜ 19 γλώσση C Ι πάντα ἀνεχόμενον Ρ sed ἁ ἀνεχό in ras m2 20 λῃστὰς ΙΒ 21 αὐτῶν — 22 ἀποκτίννυσι citat Plan l. l. 21 εἰς τὰς αὐτῶν χεῖρας Plan 22 ἀποκτείννυσι C)

407
τοῦ δύνασθαι γὰρ αὐτοῖς αὐξομένου διὰ τῶν ἐγκαθη- μένων στρατιωτῶν καὶ τὸ τολμᾶν ἐπίδοσιν λαμβάνει τῶν φυλάκων τῆς χώρας κατὰ τὴν παροιμίαν τοὺς τοιούτους ὁρώντων καὶ οὐχ ὁρώντων, ἴσασι γὰρ ἐπὶ πολλῷ βοηθήσοντες τοῖς κειμένοις διὰ τὸν προστάτην. καὶ γὰρ δὴ καὶ τοσούτοις κακοῖς τοὔνομα τοῦτο ἔθεντο, πρέπει δέ, οἶμαι, τοῖς δικαίαις ἐπικουρίαις ἐξαιρου- μένοις εἰς ἄδειαν ἀδικουμένην ἀσθένειαν.

7. Ἡ προστασία δὲ αὕτη πᾶν τοὐναντίον ποιεῖ. ῥώμην δίδωσιν | εἰς τὸ κακοῦν ἑτέρους. ὧν εἰσι [*](R II 504) καὶ οἱ τὸν φόρον εἰσπράττοντες. οὓς ἐβουλόμην ἐν- ταῦθά μοι καὶ παρεῖναι καὶ βοᾶν οἷα πεπόνθασι. πάντως δ’ ἂν τοῦτο μετὰ δακρύων ἐγίγνετο παρ’ ἀνδρῶν πενήτων ἐξ εὐδαιμόνων γεγενημένων. πῶς γενομένων δέῃ μαθεῖν, ὦ βασιλεῦ; ἔρχονται ἐπὶ τὰς κώμας ταύτας τὰς διὰ τῶν στρατηγῶν τετειχισμένας οἱ κομιούμενοι τὸν φόρον ἔργον τοῦτο ἔχοντες καὶ λειτουργίαν. εἶτ’ ἀπαιτοῦσι τὴν μὲν πρώτην πρᾴως καὶ βραχυτέρᾳ τῇ φωνῇ, καταφρονούμενοι δὲ καὶ κατα- γελώμενοι μετὰ ἀγανακτήσεως ἴδη καὶ μεῖζον φθεγγό- μένοι καὶ οἷον εἰκὸς τοὺς τῶν δικαίων ἀτυχοῦντας. εἶτ’ ἠπείλησαν τοὺς ἄρχοντας, μάτην Ι ἐλάττους [*](R II 505) ὄντας τῶν τὰς κώμας καρπουμένων. εἶθ’ ἥψαντο καὶ ἐπεσπάσαντο. οἱ δ’ ἔδειξαν, ὡς εἰσὶν αὐτοῖς λίθοι. [*](11 sq. cf. Cod. Theod. XII 1, 128 21 cf. t. II 386, 3) [*](6 γὰρ om Got Ι τοῦτ’ Re 7 δ’ Re | δικαίαις Re δικαίοις libri Got | ἐξαιρουμέναις Β 8 ἀδικουμένην ἀσθένειαν om in lac 10 litt Β 10 ῥώμην δίδωσιν] „videtur γὰρ interponen- dum“ a Re 15 θέλεις? 18 εἶτ᾿ scripsi e CAP εἶτα reliqui libri edd | πράως ΡΙΒΜ Got 20 μετ’ Re 22 εἰτα ΙΒΜ | ἠπείλησαν Re ἠπείλησε libri sed ἑ (2) eras Ι 23 ὄντες Re οἳ Α οἵ PIBM)

408

λαμβάνοντες οὖν οἱ πράκτορες ἀντὶ καρπῶν ματα ἀναστρέφουσιν εἰς ἄστυ τῷ περὶ τοῖς ἱματίοις αἵματι δηλοῦντες ἃ πεπόνθασι. καὶ τὸν μὲν θυμού- μενον οὐκ ἔχουσιν, ἡ γὰρ τοῦ τὸν μισθὸν εἰληφότος δύναμις οὐκ ἐᾷ, ἀκούουσι δὲ οἱ δυστυχεῖς, ὅτι χρὴ καταβάλλειν ἢ μαστιγουμένους ἀπειπεῖν. οἱ δὲ οὔσης μὲν ἀνάγκης τοῦτο ποιεῖν, τὰ δὲ παρὰ τῶν ἀγρῶν ἀπεγνωκότες καὶ δεδιότες ἕτερα τραύματα, χρυσίου δ’ οὐκ ὄντος οὐδ’ ἀργυρίου πωλοῦσι μὲν θεραπαίνας θρηνοῦντες, πωλοῦσι δὲ ἀκολούθους, τροφέων υἱούς, ἀντιλαμβανομένους τῶν τοῦ πωλοῦντος γονάτων.

ἔρχονται δὲ καὶ εἰς ἀγρούς, οὐχ ὡς πρότερον μετὰ [*](R II 506) τῶν τέκνων, ἀλλ’ ἀποδωσόμενοι μετὰ τῶν | ὠνησο- μένων. καὶ τράπεζα αὐτοῖς κοινὴ παρατίθεται, τὴν τιμὴν δὲ τῆς γῆς φόρον ὁ πεπρακὼς γιγνομένην ὁρᾷ. ἐξιὼν δὲ τῶν πατρῴων, ἔστι δ’ οὗ καὶ παππῴων, πων εἰς τοὺς ἐκείνων τάφους καὶ τιμῶν τοῖς διὰ τῶν χειρῶν φιλήμασι συγγνώμην ἔχειν ἀξιῶν ἀπέρχεται. εἶτα φροντὶς ὑπὲρ τροφῆς αὐτῷ τε καὶ γυναικὶ καὶ παισίν, εἶτα οὐδαμόθεν φαινομένης ἡ τοῦ προσαιτεῖν ἀνάγκη.

οὕτω βουλευτὴς βουλῆς ἐξαλείφεται οὐ σπόγγου γράμματα ἀφαιροῦντος, ἀλλ’ οὐκέτ’ οὔσης οὐσίας. ταῦτ’ ἐλάττους ποιεῖ τὰς βουλὰς ἀντὶ νων, ταῦτ’ ὀλίγους τοὺς καθ’ ἑκάστην ἀντὶ πλειόνων. [*](6 cf. p. 13,12 24 cf. p. 456,23sq.) [*](2 παρὰ ΙΒΜ 4 οἱ Ι sed ο eras 5 ὅ, τί B 7 οὐ τοῦτο C 8 ἀπεγνωκότες Ρ sed πεγνω in ras m2 9 δὲ Β Got | οὐδ’ Ρ sed οὐ in ras m2 14 μὲν αὐτοῖς Β | παρα- τίθεται κοινὴ ΙΒΜ 16 πατρῴων et παππῴων ΒΜ 19 ante φροντὶς ras 2 litt Α 20 παισὶ Ι 21 τῆς βουλῆς Re) [*](22 οὐκέτ᾿ Β οὐκ ἔτ᾿ reliqui libri sed ’ (2) eras Ρ2 23 ταῦτα ΙΒΜ 24 καθεκάστην ΡΙΒΜ)

409
ταυτὶ δὲ ζημία πόλεως ὅλης. καὶ γὰρ ἂν τοῖς ἄλλοις εὖ πράττῃ, τούτῳ δὲ χωλεύῃ τῷ μέρει, μικρὰ τὰ | ἄλλα καὶ μικρὰ ποιεῖ τῆς βασιλείας τὰ πράγματα. [*](R II 507) διὰ γὰρ τῶν ἀρχομένων ἐκείνη καὶ αὔξεται καὶ αντίον. οὐκοῦν βλάπτονται μὲν αἰ βουλαὶ ταῖς καλαῖς προστασίαις, βλάπτονται δὲ ταῖς βλάβαις τῶν βουλῶν αἱ πόλεις, πάλιν δὲ αὗ ταῖς τούτων οἱ μάχιμοι. Μ- οὐκ ἀμελητέον σοι, βασιλεῦ, δι’ ὧν ἔνι καὶ κρατεῖν καὶ μὴ κρατεῖσθαι καὶ φοβεῖν καὶ μὴ φοβεῖσθαι. ἄνελε δὴ τὰς τοιαύτας προστασίας ἃς εἶναι παρ’ ἡμῖν βούλοιντ’ ἂν οἱ πολέμιοι.

11. Τὸ δὲ ζητεῖν προστάτην οὐ μόνον ἐκείνων ἐστὶ τῶν ἀγρῶν οἱ πολλῶν εἰσι τῶν ἐχόντων ἑκάστου μέρος οὐ πολὺ κεκτημένου, ἀλλὰ καὶ οἷς εἰς ὁ δεσπό- της. καὶ οὗτοι τὸν μισθωτὸν προστίθενται τῇ τοῦ δεσπότου ζημίᾳ τὸν μισθὸν πορίζοντες καὶ διδόντες ἐξ ὧν ἀποστεροῦσι. καίτοι καὶ τῶν ἐπιφανῶν εἰσιν αἰ κῶμαι καὶ τῶν οἵων τε ὄντων χεῖρα ὀρέξαι λυπου- μένοις. ἀλλ’, οἶμαι, τὸ κακῶς ποιεῖν διώκοντες, οὐ τὸ παθεῖν φεύγοντες δυνάμεις τινῶν ὠνοῦνται, αἷς χρώ- μένοι πολλοῦ χρόνου προϊόντος καὶ 1 πρὸς τοὺς [*](R II 508) [*](5 cf. Cod. Theod. XII 1, 128 cum nota Gothofredi) [*](1 ἄν τις βοί 2 χωλεύῃ Ρ sed ἡ in ras m5 χωλεύει Ι | μικρὰ καὶ τὰ ἄλλα. ὄντα δὲ ταῦτα μικρὰ καὶ μικρὰ ποιεῖ coni Re) [*](4 σώζεται Re 5 τιμαὶ C 1 αὖ ταῖς Re αὐταῖς libri Got 8 ὦ βασιλεῦ Re 9 φοβεῖσθαι καὶ μὴ φοβεῖν coni Re) [*](10 δὴ scripsi auctore Re δὲ libri edd 14 μέρος οὐ Re μέρους τοῦ libri Got | οἷς Ρ sed ὁ in ras m2 15 μισθωτὸν Ρ sed ὢ in ras m2 μισθὸν Β 17 ἀποστεροῦσι Ρ sed στεροῦσι in ras m2 21 πολλοὶ? | καὶ πρὸς — 410, 2 ὀφθαλμὸν citat Plan l. l. | τοὺς αὑτῶν κυρίους] ἐκείνους Plan)

410
αὑτῶν κυρίους <ἐπισπέρχοντας> τοῦτο τῆς γῆς μένης ἄγριον ἔστησαν ὀφθαλμὸν ὡς ἀνάγκης μὲν ὄντες ἔξω, γνώμῃ δὲ ἐργαζόμενοι καὶ οὐχ ἁψόμενοι τῆς γῆς, εἰ μὴ πείθοιεν αὐτούς.

οἱ δὲ πρῶτοι ταῦτα τε- τολμηκότες ἔσχον ταχέως πολλοὺς τοὺς ἀκολουθήσαντας κακοῦ παραδείγματος γενομένους μιμητάς. εἶθ’ οἱ μὲν γράφονται καὶ κατηγοροῦσι, τοῖς δ’ εἰσὶ βοηθοῦντες καὶ λόγῳ <καὶ ἔργῳ> καὶ πλέον τῶν νόμων ἤνεγκεν ὁ βοηθῶν, ὥστ’ εἶναι τὸ ὁρώμενον θέαμα ἐλεεινόν. τί τοῦτο; βοαὶ τῶν περὶ τὴν γῆν ἐχόντων, γλῶτται θρα- σεῖαι, πλῆθος συνδίκων, ἀγῶνες, δίκαι, νῖκαι. καὶ ὁ μὲν εἰς γῆν κύπτων ἀπῆλθεν, οἱ δὲ ἕπονται τωθά- ζοντες. οἷον δή τι καὶ τὸ περὶ ἡμᾶς, βασιλεῦ, γεγένηται.