Oratio 47

Libanius

Libanius, Oratio 47, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

404
[*](R II 499)

εἰ μή σε ἑωράκειν ἐν πολλῷ μὲν χρόνῳ, μυρίοις δὲ πράγμασιν, ὦ βασιλεῦ, χαίροντά τε τοῖς τῶν ἀρχομένων ἀγαθοῖς καὶ βουλόμενον μηδένα παρὰ μηδενὸς ἀδικεῖσθαι, τάχα ἂν ἐμαυτῷ παρῄνεσα τὴν ἡσυχίαν ἄγειν καὶ τὸν οὐχ ἡδέως ἀκουσόμενον οὐκ ἂν ἐλύπουν οὐδ’ ἠνώχλουν· ἐλπίδας δέ μοι τοῦ σοῦ παρέχοντος τρόπου καὶ χαριεῖσθαί μέ σοι τοῖς ῥηθησο- [*](R II 500) μένοις καὶ πείσειν καὶ δόξαν εὐνοίας Ι οἴσεσθαι χαίρων τε καὶ προθύμως ἐπὶ τὴν συμβουλὴν ἥκω τὴν σὴν μᾶλλον ἢ ἐμὴν δόξουσαν εἶναι τοῦ τὴν ἰσχὺν τοῖς εἰρημένοις δεδωκότος τῷ προσθεῖναι τὸ ἔργον, οὗ χωρὶς μάταιος ἂν ἦν ὁ λόγος.

τοὺς μὲν οὖν [*](C = codex Chisianus) [*](Α = Monacensis gr. 483 (Augustanus)) [*](Ρ = Palatinus gr. 282) [*](Ι = Marcianus append. XCI 2) [*](Β = Barberinus II 41) [*](Μ = Marcianus gr. 437) [*](2 cf. t. III 72,1 sq. et t. II 590,1 sq. R) [*](1 μθ ante περὶ AC2 sed in hoc ξ in marg in ras m2 πρὸς τὸν βασιλέα post προστασιῶν Μ τοῦ πρὸς βασιλέα περὶ τῆς στάσεως λόγ. κζ Macar fol. 91r κε in marg rubr Β 5 ἐμαυτῷ —6 ἄγειν citat Plan fol. 103v 8 μέ σοι scripsi auctore Re μοι libri edd cf. t. II 591,3 R 10 πρόθυμος Sintenis ἠν ἄν M)

405
χαλεπανοῦντας, οὗτοι δέ εἰσιν οἱ τοῖς τῶν ἄλλων κα- κοῖς τὰ αὑτῶν μείζω ποιοῦντες, οἶδα, βασιλεῦ, πολλούς τε ὄντας καὶ δύναμιν ἔχοντας, ἐγὼ δὲ ὀργιεῖσθαι μὲν αὐτοὺς καὶ ζητήσειν παρ’ ἐμοῦ τιμωρίαν οἶμαι, λήψε- σθαι δὲ οὐδέποτε τῆς σῆς κεφαλῆς σωζομένης παρὰ τῶν τὸν σὸν βίον τεθαυμακότων θεῶν. οὔτε γὰρ ἐθελήσειν σε προδοῦναι τὸν σύμβουλον οὔτε βοηθεῖν πειρώμενον οὐκ ἀρκέσειν. τί οὖν δεῖ σιωπᾶν τηνάλλως φοβούμενον ἐν ἀσφαλείᾳ τοσαύτῃ

3. Εὖ πράττειν μὲν οὖν βουλοίμην ἂν καὶ τοὺς τῶν ὅλων ἄρχοντας δυνάμεων καὶ τοὺς ὑπὸ τούτοις μερῶν καὶ ζῆν ἐν εὐθυμίᾳ καὶ τούτους κἀκείνους, οὐ μὴν Ι οὔτε κακὰ κερδαίνειν οὔτ’ ἄλλοις τοῦ [*](R II 501) πάντα τολμᾶν αἰτίους εἶναι. οἷα πολλὰ δρᾶται νῦν. ἄκουε δή, βασιλεῦ, καὶ διδάσκου.

4. Εἰσὶ κῶμαι μεγάλαι πολλῶν ἑκάστη δεσποτῶν. αὗται καταφεύγουσιν ἐπὶ τοὺς ἱδρυμένους στρατιώτας, οὐχ ἵνα μὴ πάθωσι κακῶς, ἀλλ’ ἵνα ἔχωσι ποιεῖν. καὶ ὁ μισθὸς ἀφ’ ὧν δίδωσιν ἡ γῆ πυροὶ καὶ Ι κριθαὶ [*](R II 502) καὶ τὰ ἀπὸ τῶν δένδρων ἢ χρυσὸς ἢ χρυσίου τιμή. προβεβλημένοι τοίνυν τὰς τούτων χεῖρας οἱ δεδωκότες ἐώνηνται τὴν εἰς ἅπαντα ἐξουσίαν. καὶ νῦν μὲν κακὰ καὶ πράγματα παρέχουσι τοῖς ὁμόροις γῆν ἀποτεμνό- μενοι, δένδρα τέμνοντες, ἁρπάζοντες, θύοντες, κατα- [*](8 cf. p. 428,9; t. III 73, 1 R; I 141,4 13 Hes. opp. 352 21 cf. t. III 79,16 R) [*](2 αὐτῶν Ι 6 τὸν om I | οὔτε—8 ἀρκέσειν citat Plan 1. 1. 7 θελήσειν Plan 8 τί οὑν δεῖ — 9 τοσαύτηι; Α sed γρ τί οὖν οὐ δεῖ — τοσαύτηι in marg Ι τηνάλως 01 11 τοὺς τῶν ὑπὸ Μ et Sintenis at cf. p. a 428, 4 15 δή scripsi libri edd 20 τῶν inserui e libris om edd | χρυσίον Re 22 ἅπασαν Β)

406
κόπτοντες, ἐσθίοντες. εἶθ’ ὧν μὲν ἦν ταῦτα, κλάουσιν ὁρῶντες, οἱ δ’ εὐωχούμενοι γελῶσι καὶ τοσοῦτ’ ἀπέ- χουσι τοῦ δεδιέναι μὴ τις ταῦτα πύθηται, ὥστ’ ἀπειλαὶ προστίθενται τοῖς πεπραγμένοις καὶ τὸ μηδὲ τῶν ἄλλων ἀφέξεσθαι.