Oratio 47

Libanius

Libanius, Oratio 47, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

| ἐξεύρηται δὲ καὶ ἄλλα σοφίσματα χρυσίτιδος γῆς οὐ χείρω. βραδυτὴς τῆς βουλῆς περὶ τιμὴν οὐκ ἀρχαίαν μέν, εἰσελθοῦσαν δὲ ὅμως, εἶτα τοῦτ’ ὀργὴν ἐποίησεν, εἶθ’ αἱ καταλλαγαὶ χρήματα. χρήματα δὲ κἀκεῖθεν· στρατιώτης ἀγοραῖον ἐρεθίζει σκώπτων καὶ κνίζων ῥήμασι καὶ λαμβανόμενος καὶ ἕλκων καὶ ἐπισπώμενος. εἶθ’ ὁ μὲν ἅπτεταί πως καὶ αὐτός, τῶν πεπραγμένων δὲ οὐκ ἴσων εἷναι δοκούντων, μὴ γὰρ εἶναι φωνὴν ἢ χεῖρα τοῖς τοιούτοις ἐπὶ τὸν στρατιώτην, ἀρπάξεθ᾿ ὁ κατηναγκασμένος ἀλγῆσαι καὶ ἔστιν ἐν τοῖς σημείοις καὶ τὸ μὴ τυπτόμενος ἀποθα- νεῖν ὠνεῖται. πολλὰ τοιαῦτα καθ’ ἑκάστην ἡμέραν καὶ σπείρεται καὶ θερίζεται μικρὰ πρὸς τὸ ῥηθησό- μενον. τὸ δέ ἐστιν αἱ τιμαὶ τῶν ἀρχῶν, ἄργυρος, ἄχθος καμήλων. καὶ παραλείπω τἀκ τῆς ὑμετέρας οἰκίας εἰς τὰς ἐκείνων καθ’ ἕκαστον ἐνιαυτὸν ἰόντα.

τί οὖν δεῖ μετὰ τοσοῦτον ὄμβρον λημμάτων ἀθλίους ποιεῖν ἀνθρώπους οἷς οὐδὲν ἔνι πλὴν τῶν [*](R II 523) ἀγρῶν; τί δ’ ἀσεβεῖ πόρῳ τὰ | αὑτῶν ἐπὶ μεῖζον [*](6 Plut. de cup. div. p. 526 B) [*](2 γίνεται ΙΒΜ 4 ὥστε ΙΒΜ 6 δὲ om Μ 6 τῆς τιμῆς τῆς βουλῆς Ι 7 περὶ τὴν τιμὴν ΒΜ 13 εἶναι φωνὴν| „interpone δεῖ aut οἴονται δεῖν εἶναι“ Re 14 ἁρπάζεται ΙΒΜ cf. t. II 97,6 15 σ(??)με(??)οις Μ | θανεῖν CIBM 16 ὠνεῖται scripsi ὤνηται libri edd sed „aut ὠνεῖται leg. est aut ἑώνηται“ Re 18 τόδ’ Got | δ’ Re 19 παραλείπω Ρ sed α (2) et ὢ in ras m2 19 τἀκ Α τὰ ’κ Ρ τὰ Got 23 „malim τοῖς τὰ“ Re | αὑτῶν Re αὐτῶν libri Got)

421
ἄγουσι συμπράττειν; μᾶλλον δὲ πολλοὶ μὲν ἄδικοι οὐδὲ γὰρ οἱ παρὰ τῶν δυνάμεωυ δίκαιοι, πολλῷ δὲ οὗτος ἀδικώτατος. πατήρ μοι κατέλιπεν ἀγρὸν ἢ μήτηρ ἢ οἱ τούτους τεκόντες ἢ ἐπριάμην αὐτός, ἐν ᾧ γεωργοὺς εἶχον σωφρονοῦντας προσκυνοῦντας τὴν Τύχην ἐν ταῖς παρ’ ἐμοῦ φιλανθρωπίαις. εἶτα σὺ τούτους λαβὼν ἐκμαινεις καὶ κινεῖς ἀνελπίστους μους καὶ ποιεῖς ἀνθρώπους εὐγενεῖς ἀπόρους.

35. Ἀλλ’ οὗτοι μὲν ἑκόντες οὐκ ἄν ποτε χαλινώ- σαιεν τὴν ἑαυτῶν ἀπληστίαν, τῆς σῆς δὲ δεῖται τὸ πρᾶγμα, βασιλεῦ, καὶ φρονήσεως καὶ τύχης· σὺ γὰρ μόνος ἂν ἰατρὸς κατασταίης ἕλκους οὐ φορητοῦ. καὶ μήτοι νομίσῃς ἀκούσεσθαι παρ’ ἐμοῦ περὶ νόμου τοὺς μὲν ἐπισχήσοντος, τοῖς δὲ βοηθήσοντος. ἔστι γὰρ καὶ γέγραπται καὶ κεῖται νομοθέτην ἔχων τὸν σβέσαντα μὲν τυραννίδα, στήσαντα δὲ Σκυθικὴν φλόγα, καὶ μέγιστόν ἐστί μοι κατὰ τῶν πραττομένων, | ὅτι μου συνα- [*](R II 524) γορεύει τῷ λόγῳ διὰ τοῦ νόμου βασιλεὺς θεοείκελος, εἶπεν ἂν Ὅμηρος, τῇ ψυχῇ μᾶλλον ἤ τῷ σώματι.

36. Τί οὖν νῦν ἐσπούδακα νόμου πάλαι περὶ τού- τῶν κειμένου; οὐ τὸ τεθῆναι νόμον, γελοῖον γάρ, ἀλλὰ τὸ μὴ γεγράφθαι μάτην. μάτην γὰρ δὴ γέγραπται, μάτην, ὦ βασιλεῦ, ὄντων μὲν τῶν προσιόντων, ὄντων [*](15 Νοn Valentem, sed Theodosium significat; vide p. 422, 9 sq.; 477,14 sq.; sed cf. etiam p. 401 not. 3 16 Maximi cf. p. 161, 2 Zos. IV 46 | cf. t. II 508 sq. 18 Od. θ 256. cf. II. 133,2 sq. ep. 1521) [*](1 ἄδικοι <πόροι> 3 ἀδικώτατος scripsi auctore Re ἀδικώτερος libri edd 4 τοιούτους Got 5 σωφρονοῦντας om ΙΒΜ 7 ἐκβαίνεις CIBM 11 καὶ (2) om Ι | γὰρ] δὲ Μ) [*](13 μήτι CIBM 16 στήσαντος Ι num σβέσαντα? 19 τῇ ψυχῇ in marg Μ 20 ἐσπούδακα νῦν ΒΜ 21 γέλοιον Re)

422
δὲ τῶν δεχομένων καὶ τῶν μὴ ζητούντων τοὺς συνα- γωνιουμένους καὶ τῶν τοῦτο ποιούντων. ἃ γὰρ ἂν ἐδρᾶτο μηδενὸς νόμου κωλύοντος, ταῦτα κωλύοντος γίγνεται καὶ τό τε ἔργον πολὺ τό τε ὄνομα πανταχοῦ.