Oratio 47
Libanius
Libanius, Oratio 47, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
δέομαι δή σου κυρῶσαι τῇ τῶν οὐ πεισθέντων τιμωρίᾳ τὸν νόμον. ἢ τί τὸ κέρδος τῶν γραμμάτων, ὅταν μηδὲν διαφέρῃ τῶν γεγραμμένων ἀνθρώπων παρ’ ὧν γένοιτ’ ἂν οὐδέν; τουτὶ δὲ ζημία μὲν τοῖς βασι- λευομένοις, οὐ καλὸν δὲ τῷ θέντι τὸν νόμον τοῦ δόξαντος ὄντος ἀκύρου. ἀλλ’ ὁ μὲν τὸν τοῦ δεῖνος ὑπερβὰς νόμον δώσει δίκην, ὁ δὲ σὸν ἀθῷος ἄπεισιν; καὶ τοῖς μὲν ἄλλοις ἐμμενεῖ τοῖς σοῖς, τούτου δὲ κρείττων ἔσται τῆς αὐτῆς καὶ γνώμης ὄντος καὶ | [*](R II 525) πορφύρας;
δὸς δὴ νεῦρα τῷ νόμῳ καὶ ποίη- σὸν αὐτὸν ὡς ἀληθῶς νόμον ἀντὶ ψιλῆς προσηγορίας. εἰ δὲ οὐκ ἐθελήσεις, ἐξάλειψον. τοῦ γὰρ κείμενον ὑπερορᾶσθαι βέλτιον τὸ μηδὲ κεῖσθαι. ἀλλὰ μήποτε τοῦτ’ ἐπίδοιμι γιγνόμενον, ἀλλ’ ἐκεῖνός τε ἀθάνατος μετὰ τοῦ σοῦ σπέρματος μένοι καὶ τῇ τῶν ἠδικηκότων δίκῃ τὰ λοιπὰ βελτίω γένοιτο.
[*](7 cf. p. 221,14 sq. 8 cf. t. II 443,13 18 II. χ 61)[*](1/2 συναγωνιζομένους Μ 2 ἂν ἐδρᾶτο] „videtur ἀδίκως “ Re 3 ταῦτα κωλύοντος om Ι 4 γίνεται ΒΜ | τό τε (1) om Ι 5 δή scripsi cum Β δέ reliqui libri edd 10 του 11 σὴν I | ἀθῶος CPBM cf. t. II 171,20; Ι 138,13 | ἄπεισι ΙΒΜ 12 τοῖς σοῖς in lac 7—8 a litt om Β 15 προσ- ηγορίας ψιλῆς Ι 16 δ’ Re Ι τοῦ—17 κεῖσθαι citat prae- misso titulo (cf. p. a 404,1) Macar fol. 91 16 γὰρ om Macar | κειμένου CIBM χρηστὸν λοό μον (corr. νόμον) καὶ τῇ πολιτεία λυσιτελῆ inter ὑπερορᾶσθαι et βέλτιον Macar 17 μὴ δὲ ΑΡΙΒΜ Macar | κτᾶσθαι Macar 19 μένει Ι | ἠδικημένων Μ 20 γίνοιτο Β τέλος τοῦ περὶ τῶν προστασιῶν subscr Α, περὶ τῶν προστασιῶν Ρ)Iam sequantur orationes duae quibus cum senatu Antiocheno res est. Quarum prior ad hunc ipsum, altera ad Theodosium scripta est.