Oratio 47
Libanius
Libanius, Oratio 47, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
Ἰουδαῖοι τῶν πάνυ γῆν ἡμῖν πολὺν ἐργαζόμενοι [*](R II 509) χρόνον, γενεὰς | τέτταρας, ἐπεθύμησαν μὴ ὅπερ ἦσαν εἶναι καὶ τὸν παλαιὸν ἀποσεισάμενοι ζυγὸν ἠξίουν ὁρισταὶ τοῦ πῶς ἡμῖν αὐτοῖς χρηστέον εἶναι. ταῦτ οὐκ ἐνεγκόντες χρώμεθα δικαστηρίῳ. καὶ μαθὼν ὁ καθήμενος, τίνες ὄντες εἰς τίνα παροινοῦσιν ἐν τίνι τὰς ἐλπίδας ἔχοντες, τοὺς μὲν ἔδησε διπλῷ δεσμῷ, τῷ τε οἰκήματι καὶ σιδήρῳ, τοὺς δὲ τὰ ὄντα φράσοντας ἐκέλευσεν ἄγεσθαι. καὶ ταῦτα εἰπὼν καὶ χαλεπήνας [*](1 αὑτῶν Re αὐτῶν libri Got | ἐπισπέρχοντας inserui auctore Re coll. p. 130, 9 et Luc. Char. § 17 τοὺς ἐργάτας ἐπι- σπἐρχων | τοῦτο — βουλομένης om Plan | τῆς γῆς in lac 7 litt om Β 3 γνῶ cum lac 3 litt Β | δ’ Re 4 αὑτοὺς ΑΡ Got 8 καὶ ἔργῳ insserui e Μ ut coni Re om reliqui libri edd | τῷ νόμῳ Got 10 <πόνους> ἐχόντων coni Re ἔχοντος ἔχοντος Got 11 νίκαι libri sed in ~ corr P2, edd 14 τῶν bis CAIM sed in hoc alterum eras | πάνυ γῆν ἡμῖν in lac 10—11 litt om Β 15 τέσσαρας ΙΒΜ 18 δικαστηρίω Ρ sed ὢ in ras m2 20 τοὺς μὲν — 22 ἄγεσθαι citat Plan l. l. 21 ὄντα μὴ φράσοντας Got | „num φράσαντας?“ Re)
καὶ ὁ μὲν προσέταξεν ἐᾶν τοὺς λιπόντας τὴν τάξιν, ὁ δὲ ὑπήκουσέ τε καὶ ὑπέσχετο. καὶ ὁ δικάζων ὃ μὲν οὐκ ἦν, ἦν, ὃ δ’ ἦν, οὐκ ἦν, ἀντὶ δικαστοῦ συνήγορ·ος. τοιγαροῦν εἷλκεν ὑπὸ τὴν ψῆφον ἡμᾶς καθ’ ἑκάστην ἡμέραν πέμπων ἄλλον ἐπ’ ἄλλῳ, τὸ ἤδη βουλόμενος, τὸ μήπω μεμφόμενος, σπεύδων ἐπὶ τὴν ἐχθρὰν τοῖς θεοῖς χάριν. καὶ οὕτως ἦν δῆλος τὸ δίκαιον προησό- μενος τῇ χάριτι, ὥσθ’ οἱ νυκτὸς ἐξιόντες παρ’ αὐτοῦ τῶν ἡμῖν ἐπιτηδείων οἷς συντυγχάνοιεν ἔλεγον κεκρί- σθαι μοι τὴν δίκην καὶ τὸ κράτος ἔσεσθαι τῶν δίκων.